Ancient Greek
ιε′. Χίων Μάτριδι χαίρειν.
Chionis Epistulae, Epistulae 1-15
Not analysed yet
Ἐπὶ μὲν τῷ συμπείθεσθαι τὸν τύραννον οἷς περὶ ἐμοῦ πρὸς αὐτὸν ἔλεγες, συγχαίρω τῇ πατρίδι, γράψω δὲ καὶ αὐτός, ὡς συνεβούλευσας, ἀπάγων αὐτὸν ἀπὸ τἀληθοῦς ὡς μάλιστα ἔνεστι. τοὐναντίον γὰρ ἂν ποιῶν ψευσαίμην τοὺς ἐμαυτοῦ πολίτας καὶ φίλους ὧν ἐξ ἐμοῦ ἤλπισαν, καὶ ταῦτα οὐκ ἀξίους ὄντας ἀπατᾶσθαι τὸ δὲ ὠμὸν εἶναι τὸν τύραννον τελέως καὶ χαλεπὸν ὠφελιμώτερον ἔγωγε ἡγοῦμαι τῇ πόλει ἢ τὸ δημοκοπεῖν αὐτὸν καὶ προκαλύπτεσθαι δόξαν μετριότητος.