Ancient Greek
100.6
Choricius Rhet. et Soph., Opera 100.6
Unproofread scanNot analysed yet
(¹) Ap. ,ποικιλῶ. καις ἀψίδων ἀναβαίνοντες ἄχρι τῶν ἀνεχόντων κιόνων τοῦ τεμένους· τὸ μέσον ὅδὲ που (1) σχήματος ἔχον· τεττάρων ἀλλήλαις ἀντιτεταγμένων ἀψίδων, ἑτεραι τοσαῦται τὸν ἀριθμὸν πρὸς ἐναντίαν αὐταῖς ἀντιβαίνουσι στάσιν. Ὀκτῶ δὴ τούτων ἑκάστη σύγκυμα μεταξὺ περιελήφει κοίλην ὀροφὴν εὖ μάλαι πεποιχιλμένην, ὥστε φαῖν τις ἂν κἀν ταῖς οἰκοδομίαις (2) τὴν ἰσότητα τὸν ἱερέα φυλάττειν. Οὐδὲν γὰρ ἐνταῦθα τοῦ ἐναντίου πλεονεκτεῖ· πάντα δὲ πρὸς τὴν ἰσὴν καὶ σύμμετρον μορφὴν ἀντιτέταται, τῆς πρὸς ἀνίσχουσαν ἄκτινα πλευρᾶς κογχοειδῶς τὸ μέσον ποιλαινομένης, ὅπερ ἱδρύσθαι τὸν ἱερέα νομίζεται. Εἰ δὲ δεῖ μηδὲ τῶν μηχανοποιῶν ἀτιμάσαι τὴν τέχνην, ἀλλ᾽, ὡς ἂν ἐκεῖνοι παῖεν, εἰπεῖν· κυλίνδρου μέρος ὀρθὸν ἱέρστηχε τῷ ἑδάφει, τετάρτου μέρους αὐτῷ σφαῖρας ἐπικείμενος (3) κενῆς. Καὶ τῆς αὐτῆς εὐσχημοσύνης ἑτεραι δύο τὸν αὐτὸν ἐκατέρωθεν τοῖχον ἰδέων (4) κοσμοῦσι, πρὸς ἀλλήλας μὲν ἴσαι, τῆς δὲ μέσης ἠττώμεναι τῷ μεγέθει, καὶ τοῖς ποικιλμασιν ἀλλήλαις μὲν ἑοικυῖαι, τῆς δὲ μειόνος αὐθὶς ἀπάδουσαι.