Ancient Greek
102.2
Choricius Rhet. et Soph., Opera 102.2
Unproofread scanNot analysed yet
αὐτίκα συστησων αὐτὸν τῇ τε Παρθένῳ καὶ τῷ παιδί, τῷ Σωτῆρι. Καὶ τὸ μέσον μὲν εἶδος τοιούτον· ἐν δὲ τοῖς ἐκατέρωθεν εἰρημένοις ἀειθαλῆ φύεται δένδρα, ψυχαγωγίας ἀμήχανον (¹) μεστά. Αἱ τε γὰρ ἀμπελοι μᾶλα ἀμφιλαφεῖς καὶ σύσκιαι, ὁ τε ζέφυρος διασείων τοὺς βότρυνς ὀπηχεῖ τοῖς κλάδοις ἧδύ τι καὶ ἡρεμαίων. Ὅτι γὰρ ἧδιστον ἀκουσμα δένδρον ὑποσυρίζων ταῖς αὐραῖς, οἶδεν ὁ Συρακούσιος ποιητὴς (²), ψιθυριζούση πίτυι βοκολικὴν σύριγγα παραβάλλων. Κομψότατον δὲ πάντων καλπὶς ὕδατος, οἶμαι, ψυχροῦ· τὸ γὰρ ἐμπνοὺν τοῦ τεμένους παρέχει τοιούτον εἰκάζειν. Ἀηδόνι μὲν οὖν καὶ τέττιγι τὰς ὄρνις τῶν ποιητῶν ἀπεδοκίμασεν εὖ ποιῶν ὁ τεχνίτης, ἵνα μηδὲ μυθικῶν ὀρνίθων ἐν εὐσεβεί ὁρωρῶ συνεσιέρχηται (³) μνήμη· ἀντὶ δὲ τούτων πλήθος ἑτέρων ὀρνέων καὶ περοίκων ἀγέλην φιλοτεχνήσας, ἴσως ἂν καὶ μουσικὸν ὑπῆχούσαν ἐποίησεν, εἰ μὴ πρὸς τὴν θεῖαν ἀκρόασιν ἐμπόδιον ἦν φθεγγομένη.