Ancient Greek
107.7
Choricius Rhet. et Soph., Opera 107.7
Unproofread scanNot analysed yet
(15) Lucas, 2, 9 :καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς. . . ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ Α. Α. βρέφους (1) αὐτοῖς ὑποφαίνει. Καὶ τὰ θρέμματα μὲν, οὐδαμῶς ἐπιστρε-φόμενα πρὸς τὴν θῆαν, ἐξ εὐθείας, ἐμφυτον, τὰ μὲν νένευχε πρὸς τὴν πόαν, τὰ δὲ τῆς εἰρμμένης πίνει πηγῆς. Ἡ δὲ κύων(2) (ὁμοειδὲς γὰρ πρὸς ἀλλοτρίους τὸ ζῷον) διασκοπεῖν φαίνεται τὸ τῆς ὀψεως ἀήθες. Ταῦτα μὲν οὕτω διώρισεν ὁ γραφεὺς· τοῖς δὲ νομεύσιν ἥκειται τῆς πορείας ἀσπῆρ(3), ὧν ὑποδείκνυσιν ἀμιωρότερον ἡ πηγή, κυκῶντος αὐτῇ τοῦ προβάτου (4) τὰ νάματα. Ταῦτα μὲν οἱ ποιμένες· τὸν ἱερὸν δὲ πρεσβύτην ἐκεῖνον ἡλέουν (5) ἂν σφόδρα τῆς πολιᾶς, ἀσθενείᾳ προκε-κυφότα τοῦ γήρως, εἰ μὴ μέχρι τῆς ἐπιδημίας (6) ἐδίω τοῦ βρέφους· πάρεισι γὰρ τὸ παιδίον ἐνθεμένη ταῖς ἀγκάλαις ἡ μήτηρ. Ὁ δὲ μόλις μὲν ὡς πρεσβύτης, βαδίζει δὲ ὅμως τῆς θῆας περιχαρής.