Ancient Greek
111.2
Choricius Rhet. et Soph., Opera 111.2
Unproofread scanNot analysed yet
Ἐνταῦθα δὲ νεανίας (3) οὐδὲν ὑγιαίνων. Οὐκοῦν ἀνέχεται θεραπῶν ἢ συνήθης ἢ τῶν οἰκείων τις αὐτὸν τιθασσεύειν. Ὅρᾷ γὰρ ἐξεστηκὸς, καὶ δῆλος ἐστὶ τοῖς παρατυχόντας περισκοπῶν, ὅτι χαχὸν τι προστρίψεται. Τοιγαροῦν πέδας ἡ γραφὴ περιτέθεικεν, οὐ συγχωροῦσα βαδίζειν· ἀλλὰ βιάζεται τὰ δεσμὰ (4). Καὶ τῆς ἀπὸ τῆς βίας ὀδύνης οὐ λίαν αἰσθάνεται· μανία γὰρ ἀλγεῖν οὐ φιλεῖ. Ἐνταῦθα μοι σκόπει τοῦ ζωγράφου τὴν τέχνην. Βουλόμενος γὰρ μεμηνότα παραστῆσαι καὶ σωφρονήσαντα, τῇ μὲν ἀτάκτῳ κινήσει τῶν οἰκείων ἐκπεσόντα φρενῶν, τῇ δὲ διαστάσει τοῦ δαίμονος· (γέγραπται γὰρ οἷον ἀπειρηκώς) ἰαθέντα δείκνυσι. Ἐλεῶ σε τοῦ πάθους, μειράκιον, καὶ μακαρίζω τοσοῦτον ὅσον οἰκτείρω· τῶν γὰρ μεγάλων νόσων αἱ θεραπείαι μεγάλων εἰσὶν ἡδονῶν ἀφορμαί.