Ancient Greek
114.4
Choricius Rhet. et Soph., Opera 114.4
Unproofread scanNot analysed yet
Μεταξὺ δὲ τὰ σὰ καταλέγων, περιεργότερόν σοι πολλάκις ἐνατενίσας, ἐνόσά τι περιχύναι σοι πρέπον· οὐδὲν ὑπὸ τῶν ἐπαίνων πέπονθας ἀσθενὲς, οὔδὲ πρόσωπον ἔδειξας ἀπειρόκαλόν τι παθόντος. “Ἡδὴ μὲν γὰρ καὶ πρῴην ὅτε σε δημοσίαν ἐποιήσαμην ἐπίδειξιν, ἐνεδείξω τὴν πρὸς ἐπαίνοις ἐλευθερίαν. Διπαρύντος γὰρ μου καὶ δεομένου τῷ συλλόγῳ παρεῖναι (4) (μᾶλλον γὰρ οὕτω κερδαίνειν τὸν λέγοντα, παρόντος εἰς ὃν ὁ λόγος πεποίηται); φιλόνεικός μοι πρὸς τὴν αἴτησιν ὤφθης, πρὸς τὰς ἄλλας δὲ μου δεήσεις εὐχολος ὢν. Τὸ δὲ νῦν, εἰς εὐφημίαν σοι μειζονα πέπρακται. Οὐ γὰρ ἴσον ἐξω καθῆσθαι τοῦ συλλόγου, καὶ παρόντα τῆς ἀπὸ τῶν βροτῶν ἡδονῆς (4) περιγίνεσθαι. Ἐπεὶ καὶ τὸν Λαέρτου μᾶλλον ἂν ἐθαύμασα τῆς ἐγκρατείας, εἰ, μετὰ τῶν Σειρήνων συνδιατρίβων, οὐκ ἐκλήθη τὴν ψυχὴν (5) τοῖς ἐπαίνοις ὅσπερ αὐτὸν ἐθελζαν ἀδουσαι, καὶ μικρὸν αὐτῷ πρὸς ταύτην ἐδόκει τὴν ἡδονὴν ὁ τῆς Ἰθάκης καπνὸς (6),