Ancient Greek
116.4
Choricius Rhet. et Soph., Opera 116.4
Unproofread scanNot analysed yet
Δοκῶ δὲ μοι τὸν τῆς ἑορτῆς ἔφορον (⁸), τὴν οἰκεῖαν κοσμοῦντα πανήγυριν, συμβαίνουσαν τῷ πλήθει τὴν ἀφονίαν ἡμῖν καταστήσαι, τοῦ διαρκέσαι πρὸς ὀφραγίαν καὶ πολυτελείαν δεῖπνων. Ἔδει γὰρ ἀγορὰς εὐθηνούσης τῇ πόλει πρὸς τοὺς οἰκείους, πρὸς τοὺς ἀπὸ τῶν ἀγρῶν εἰσχεομένους, πρὸς τὴν ὀμορον πόλιν (⁹) ἐνταῦθα κεχενωμένην, πρὸς τοὺς πόρρωθεν (¹⁰) ἀφιγμένους, πρὸς τὸν καιρὸν τρυφὴν ἐρεθίζοντα. Ἄμα δὲ τῇ πανηγύρει καὶ τὸ προσηνὲς τῶν ἐνοικοῦντων τοὺς ἀπανταχόθεν ἐφἐλκεται. Πολλοὺς ὅδα ξένους ἐγὼ παραδραμεῖν βουλευσαμένους τὴν πόλιν, καὶ συχνὸν διατρίψαντας χρόνον ἡμερότητι τῶν ἐνοικοῦντων (¹¹).