Ancient Greek
124.3
Choricius Rhet. et Soph., Opera 124.3
Unproofread scanNot analysed yet
Ἦδη τοίνυν τινὲς ἐκ φαύλων 8 ὄντες γονέων, ἀδελφοὺς τε λαχόντες τὴν πατρικὴν νοσοῦντας 1 καχίαν, εἶτα πρὸς ἐκείνους 2 δοξάντες εἶναι χρηστοί, λίαν ἐθαυμάσθησαν ὡς ἐν φαύλοις ἀγαθοὶ νομισθέντες. Οὐ μὴν ἔθος ἐμοὶ τοὺς τοιούτους θαυμάζειν, οὐδὲ οἴσθαι ταύτην εἰλικρινῆ βάσανον ἀρετῆς. Τί γὰρ μέγα μουσικὸν ἐν ἀμουσίοις δοκεῖν, ἢ παρὰ στρατιώταις ἀνάνδροις πολεμικόν; ἡ γὰρ πρὸς τὸ χειρὸν παράθεσις ὀλιγοῖς ἀρέσκεται πλεονεκτῆμασιν. Ἄλλ', εἰ τις ἀγαθοῖς ἀνδράσι κυκλούμενος καὶ τὴν ἀμιλλαν ἔχων πρὸς παππῶν 3 εὐσέβειαν καὶ πατρὸς ἡμερότητα 4 καὶ σύνεσιν ἀδελφῶν, τὰς ἀπάντων ἐχώρησεν ἀρετάς, ἀεὶ τῆς παρούσης ἡλικίας ἀμείνων κεκτημένος τὸν νοῦν, ἐν παισὶ μὲν νέος τὴν φρόνησιν, ἐν δὲ μειραχίοις ἀνήρ, ἐν ἀνδράσι δὲ γέρων 5, ὁ δὲ τοιούτου ἐπαινέτην ἐμὲ προσδεχέσθω.