Ancient Greek
128.3
Choricius Rhet. et Soph., Opera 128.3
Unproofread scanNot analysed yet
Ἐκδέχεται τοίνυν ἡμᾶς ὁ νεώς, ἢ παλαι προδοχωμένη μοῖρα τοῦ λόγου, μεῖζον ἢ κατ’ ἐμὲ φορτίον. Ὦν γὰρ εἰργάσαντο τέχναι πολλαί, λιθουργοὶ καὶ πλακῶν ἐπιστήμονες καὶ οἱ διὰ χρωμάτων ἢ μίμησις, μόνος ὁπογράφειν ὁ λόγος ἐπιχειρεῖ. Καὶ τοῦ δοῦναι μοι τὰς τέχνας ὡσπερ ἐν ἀγῶνι (3) κοινῷ πρὸς ἑριν ἀλλήλαις ἔλθεῖν, ἥτις (4) ἐπιμελέστερον τὸ προσῆκον ἀποτελέσει. Καὶ χωρὶς τούτων οὔτε πάντα θεάσασθαι βέδιον, μεθελκομένης τῆς ὄψεως ἐξ ἑτέρου πρὸς ἕτερον, οὔτε λέγειν ὅσα τις εἶδεν· ὥστε διπλῆ τῆς ἀξίας ἀπολειπόμεθα, τοῦ μὲν τεμένου νικῶντος τὴν θέαν, τῆς δὲ θέας τὸν λόγον. Οὐ μὴν ἀλλὰ δύο μοι πρὸς εὐφημίαν εἰσὶν ἀφορμαί· μία μὲν τὸ πρὸς τὸν μάρτυρα σέβας (ἅπαντας μὲν γὰρ ὅσιν τὴν ἰδίαν ψυχὴν θυσίαν (5) ἀνέθηκαν θεῷ προσῆκειν ἡγοῦμαι τιμῆν· ἐξαιρετον δὲ προσφοεῖλεται γέρας τῷ πάντων ἡγησαμένῳ καὶ πρώτῳ τὸν ὑπὲρ εὐσεβείας τολμήσαντι βίον· θάνατον (6) γὰρ οὐ θέμις