Ancient Greek
130.3
Choricius Rhet. et Soph., Opera 130.3
Unproofread scanNot analysed yet
Ταῦτά σοι τῆς στοᾶς χορηγήσῃς ἐξ ἐκατέρας χειρὸς, ὁ πρὸς ἥλιον ἀνίσχοντα τοῖχος δίδωσι βλέπειν ὅσα μὲν θάλαττα φέρειν, ὅσα δὲ γῆ πέφυκε συντελεῖν· καὶ σχεδὸν μὲν ὁ ζητῆσαντί σοι μὴ πρόσκειται, πολλὰ δὲ σοι μὴ κατὰ νοῦν ἐπιόντα θεάση. Ὦ τέχνης πολλὴν πρὸς τὴν φύσιν παρρησίαν ἔχούσης! ὡ λαμπρότητος ἔργων ἤδονῃ κεχραμένης! ἔδει γὰρ τέμενος οὕτω πολυχρύσον ἔχειν ἐγκαλώπισμα πλούτου.