Ancient Greek
130.5
Choricius Rhet. et Soph., Opera 130.5
Unproofread scanNot analysed yet
Τοῦτο πρῶτον καὶ μέγιστον κάλλος καὶ ἡ συμφωνία4 τῶν ἔργων· τὰ δὲ τούτοις ἀκόλουθα πᾶσα περιφανῶν μαρμάρων πατρίς ἐνταῦθα δωροφορεῖ. Κοινὸν δὲ κέρδος αἱ πλάκες καὶ τῷ τειμένῃ πρὸς ἐργασίαν εὐσχήμονα, καὶ ταῖς πόλεσιν εἰς ἀφορμὴν εὐδοξίας. Ὁ γὰρ ἰδὼν καὶ θαυμάσας εὐθὺς ἐπαινεῖ τὴν πέμψασαν πόλιν. Τῶν δὲ κιόνων οἱ κράτιστοι τέτταρες, οὓς ἐβαψεν ἡ φύσις χρώμασιν ἐσθῆτος βασιλικῆς, διορίζουσιν ὅσον οὐ βάσιμον τοῖς εἰς ἱερὸν μὴ τελοῦσι χωρὸν 5. Ἄλλὰ γὰρ ἡ πρὸς ἕω πλευρά, τὸ ποι-κίλον αὐτῆς φιλοτέχνημα καὶ θάττον 6 εἰσήγαγέ με τοῦ δεόντος, μὴ συγχωρήσῃ ἐνδιατρίψαι τοῖς ἕω, καὶ, πρὶν διὰ τῶν ἄλλων ἐλθεῖν, πρὸς ἑαυτὸ διχάτως ἐφθαχέναι7. Ἐξ αὐτοῦ γὰρ ἐδάφους διάφορος ὥραιζεν κοιλότης τὸν τοῖχον· τοῦ μὲν ὑποκειμένου μέρους ὁμοίως εὐρυνόμενου μέχρι τῆς ἐπὶ τῶν ἀκρῶν ἐφεστηκυίας ἀψίδος· τοῦ δὲ λοιποῦ κατ’ ὀλίγον8