Ancient Greek
131.1
Choricius Rhet. et Soph., Opera 131.1
Unproofread scanNot analysed yet
ΧΟΡΙΚΙΟΤ συστελλομένου τῷ πλατεῖ πρὸς τὴν τῆς ἀμίδος ἀναλογίαν. Εἰς ἀμφοτέρωθεν (¹) ὁσίων ἀνδρῶν συνωρίς, ἑκάτερος τὰ συνήθη σύμβολα φέρων· ὁ μὲν τὸ τέμενος ἔχων (²) ἐν δεξιᾷ τοῖς θεωμένοις· παρὰ δὲ τὴν λαϊν τὸν Πρόδρομον ἔχει. Τοῦ κάτω δὲ μέρους παντοδαποῖς μαρμάρους ἀστράπτοντος, λίθος τις ὢν τούτοις τῇ φύσει μὲν εἷς, τῇ δὲ τέχνῃ (³) πολλοὶ γεγενημένος, εὐρείαν ὁμοῦ καὶ πρὸς τὸ πλάτος εὐμήκη θυρίδα, κειμένην ἐν μέσῳ, μόνος ὁλὴν περιλαβὼν, καὶ πλακάς τὰς ἀμφοτέρωθεν αὐτῆς τῶν περάτων πληρώσας, καὶ δύο κοσμήσας τοὺς παρ' ἑκάτερα τοίχους, οὗ πρότερον ἤλθεν ὡς διχόθεν ἀνέβη καὶ τὴν ἐπικειμένην τῇ θυρίδι κατήλειφε (⁴) ζῴην, οὐδὲ ταύτην ἑτέρας οὐσαν πλακός. Ζῷναι γὰρ οὕτω μαρμάρων καλύπτουσιν εὐαρμόστως τὸν τοῖχον, οὕτω μὲν ἔχουσαι τῆς ἀρμονίας ὡς ἔργον νομίζεσθαι φύσεως, οὕτω δὲ πεποιηλμέναι χροαῖς ἐμφύτοις, ὡς μηδὲν ἀπάδειν χειροποιήτου γραφῆς· ὥστε καὶ ζωγράφων παῖδες, οἱς ἐπιμελεῖς τὰ κάλλιστα τῶν ζῴων ἐκλεξαμένοις (⁵) εἰκάζειν, εἰ ποὺ δεόντο κιόνων εἰς μίμησιν ἢ πλακῶν ἀγαλας (εἶδον γὰρ ἐν γραφῇ τοιαῦτα πολλά), καλῶν (⁶) εὐπορήσουσιν ἐντεῦθε παραδειγμάτων.