Ancient Greek
134.3
Choricius Rhet. et Soph., Opera 134.3
Unproofread scanNot analysed yet
Εἰ δὲ τοῖς οὕτω ψηφισαμένοις ἐγκαλέσει τις λέγων· «Ἄνδρες δικασταὶ τῶν ἀναχτόρων, τοῦτο μὲν καὶ πρὸ τῆς ὑμετέρας κρίσεως δῆλον· ἀλλὰ δευτέραν ἐνέχαστε ψῆφον, ἐμφαίνουσαν ὅφ' ὅτου μᾶλλον ὁ νεὺς τῶν οἰκείων κοσμεῖται»· ἄτοπον εἶναι φήσουσι τοῦτο τέχνημα. Τῶν γὰρ ἰσορρόπων οὐ ῥάδιον ὅτι ψηφίσεταί τις τὴν νικήσαν εὑρεῖν. Εἰ τοίνυν τις καθ' ἑαυτὸν ἐν ὁδῷ πορευόμενος, ἢ καὶ ἄλλως πολλὴν ἄγων σχολήν, δημιουργίας νεῶν (¹) ἐραστής, θησαυρὸν εὑρὼν τῇ φαντασίᾳ, οἷα φιλοῦσιν ἄνθρωποι πολλάκις ὑφ' ἑαυτῶν εὐτυχεῖν, τέμενος ἑαυτῷ διατυπώσει τῷ λογισμῷ μέγα τε καὶ λαμπρόν, καὶ μηδὲ τῷ Μῶμῳ (²), φασί, παρέχον λαβὴν, οὐχ ἂν πλάσειεν ἀμείνον τοῦ διὰ σοῦ γεγενημένου. Οὕτως οὐδὲ ἡ πλάττειν τῇ διανοίᾳ δίδως τινὶ κρείττόνων, αὐτὸς ἔργῳ ποιεῖς.