Ancient Greek
137.2
Choricius Rhet. et Soph., Opera 137.2
Unproofread scanNot analysed yet
(²) Ἀρ. ,σκευή. (⁵) Ἀρ. ,σύνους. . . . τὰ αὐτῆς. ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ Α. Β. ἐξάγει θαλάμου· ἡ δὲ πρόεισι κεκαλυμμένη μὲν οἴκοθεν, εἶτα κατὰ μι-χρὸν αὐτῆς ἡ πανήγυρις ἀποκαλύπτει τὸ πρόσωπον, καὶ τῆς συντρόφου καὶ φίλης αἰδοῦς εἰκῶς ἐπιλανθάνεται· οὐ γὰρ ὑφορᾶται τῶν ἀστειο-τέρων τὰ σκώμματα, πάντων ἀσχολουμένων τοῖς ὁρωμένοις. Πολίτης γὰρ ξένον παραλαβὼν ὅ τι θέας ἀξίων ὑποδεικνύσι. Πόσους μὲν γίνεται ἱ φιλίας προοίμιον ὁ καιρός; πόσους δὲ παλαιὰν ἐταιρείαν βεβαιοτέραν συν-ίστησιν! Αἱ δὲ πρὶν ἀνὰ τὴν Ἑλλάδα θρυλούμεναι τέτταρες ἑορταὶ (1), φιλονεικοὺς ἀγῶνας ἀεὶ προβαλλόμεναι, καὶ μερίζουσαι τοῖς ἀμιλλωμέ-νοις τὰ θέατρα καὶ τὰς ψυχὰς ἐκριπίζουσαι πρὸς θυμὸν, ἔχθρας ἀδιαλ-λάκτους (2) ἐκίνουν· ἀλλ’ ἡμῖν ἐκποδῶν δυσέρειδες ἄθλοι καὶ δημώδεις φωναί, καὶ χορεία τις ἀπειρόχαλος καὶ πρέπουσα ταῖς Διονύσου σκη-ναῖς. Ἀρχεὶ γὰρ εἰς εὐφροσύνην τὸ τέμενος, καὶ τῆς ἀγορᾶς ἡ παιδρότης, καὶ τρίτον ὁ καιρός, ἡ φιλάτατη πᾶσιν ὁπώρα.