Ancient Greek
139.2
Choricius Rhet. et Soph., Opera 139.2
Unproofread scanNot analysed yet
Τῇ γὰρ τῶν ἀνακτόρων προσθήκῃ συναυξανομένων τῶν ἑορτῶν, καὶ βραχείας ἀεὶ μεταξὺ διαστάσεως οὖσης, τῆς ἄρτι πεπαυμένης ἡ μνήμη καὶ τῆς αὐτίκα γεννησομένης ἐλπίς, ἀμφω τὸν ἐν μέσῳ καθ' ὃν εἰς ἑαυτὰς δαπανῶσαι, πανηγύρεως ἡδονὴ τοῦτον ἐξομοιοῦσιν (2)· ὥστε μὴ ταῦτα (3) πάσχειν τοῖς ἄλλοις, οἱ πρὸς τὸ τοῦ χρόνου δυσχεραίνοντες μῆκος τὰς μεταξὺ πολλάκις ἀριθμοῦσιν ἡμέρας καὶ μακροτέραν ἑκάστην ἢ πέφυκεν ἐκ τῆς ἀθυμίας ἡγοῦνται.