Ancient Greek
139.4
Choricius Rhet. et Soph., Opera 139.4
Unproofread scanNot analysed yet
Τοσαύτης τοίνυν πολιτευομένης ἐν ἡμῖν θυμηδίας, ἐπανέρχονται μικρὸν ὕστερον ὅσους ἡμῖν αἱ πόλεις ἀπέστειλαν, ἀχθόμενοι μὲν οἷον ἐκ πανηγύρεως· οἷδε (5) γὰρ ἐκπέμπουσα δάκνειν, ὅσον εὐφραίνει καλοῦσα· ἐπανέρχονται δ' οὖν, τοῖς περὶ τοῦ νεοῦ διηγήμασι τὸν χρόνον τῆς ὁδοῦ δαπανῶντες. Καὶ πεύσονται τῶν ἀπιόντων οἱ μέιναντες ἐν οἴκοις· «Πῶς τί τὰ τῶν Γαζαίων »· Ὑμῖν οἷον τὸ τέμενος, οἷα τὰ τῆς ἑορτῆς διηγήσονται δὴ τοῖς ἐρωτῶσι, πλεῖονα μὲν ὧν ἰδεῖν προσεδόκησαν, ἐλάττω δὲ