Ancient Greek
145.1
Choricius Rhet. et Soph., Opera 145.1
Unproofread scanNot analysed yet
χαλεῖ, εἰ μὴ τοῦ ἔπους εἰς λᾶθην ἀφίγμαι, «ἔστι »φησί (1), «γέγτο πολυκλύστῳ ἐνὶ πόντῳ ». Ἡ δὲ τὸν ἐκεῖνος λόγον ὑποφαίνει τῇ θέα · ποιεῖ γὰρ (2) σχήματα θαλάσσης, καὶ εἴποις ἂν τῇ γραφῇ κινεῖσθαι τὰ κύματα. Ἐκ μέσου δὲ ταύτης ἀνάγει τὴν Ἀφροδίτην ἀμήχανόν τε κάλλος καὶ οἷον ἐπρεπεν Ἀφροδίτῃ κεκτῆσθαι. Ἄγεται δὲ Τριτῶνων ὀχήματι · ἀνθρώποι δὲ οὗτοι ἀνωθεν, λαγόνas ἰχθύων φύσιν τὸ ἑντεύθεν κληρούμενοι (3). Νηρηίδων τε περὶ ταύτην χορός. Τοὺς δὲ δελφῖνας (4) ἴδοις ἂν καὶ τούτους ὑφ' ἡδονῆς νῦν μὲν δυσμένους τοῖς ὕδασι, νῦν δὲ τῶν κυμάτων ἀνίσχοντας.