Ancient Greek
145.3
Choricius Rhet. et Soph., Opera 145.3
Unproofread scanNot analysed yet
Διὸς μεγάλου, περιτελλομένου δ' ἐνιαυτοῦ ὧραις καλλιφύτοις τέκ' ἐγερσγέλωντ' Ἀφροδίτην Ἀφρογενῆ. (3) Ἐδ. ,πληρούμενοι. Seripsi πληρ. ΕΙΣ ΡΟΔΟΝ. λουσι 1 μῦθοι · ταύτης δὲ γνώρισμα γάμοι, καὶ τὸ προέσθαι τοῖς Ἔρωσι βαλεῖν τῷ τόξῳ, 2 καὶ ἄγειν ὅπη καὶ βούλεται. Ταύτην δὲ ποιοῦσι νῦν μὲν 3 περὶ κάλλους ἐρίζουσαν · ἄγων γὰρ ἦν περὶ τούτου ἀνθρώπων μὲν οὐδενί, θεοῖ δὲ πρὸς ἀλλήλας αὐτὸν 4 ἐποίουντο · κρίνειν δὲ ἔδει ποιμένα, καὶ μῆλον ἦν νικήσῃ τὸ ἄθλον · ἡ δὲ ὅλῳ σώματι φαίνεται τῷ ποιμένῃ, καὶ ψήφον ἄμα 5 τῇ θέᾳ καὶ τὸ μῆλον ἔδεδετο, καὶ ἐδόκει καλή· ὧν, ἵνιχα παίζειν ἐθελούσι, τοῖς μῆλοις ἀλλήλους ἄμα γέλῳτι βαλλούσιν οἱ Ἔρωτες 6. Νῦν δὲ κατὰ τῶν ἄλλων 7 νεανιεῦεται καὶ εἰς γῆν ἐξ οὐρανοῦ καταγεί τὸν Δία, καὶ χρυσὸς ἦν καὶ κύκνος ἵππατο, καὶ οὐδὲ ταῦρον ἐφείσατο ποιῆσαι 8 τὸν Δία. Καὶ διὰ ταύτης ἐπιλέλησται μὲν θαλάσσης ὁ Ποσειδῶν, καὶ, τὴν Τυρῶ θαυμάζων, ποτίμοις ὕδασιν ἐπιμῖγνυται. Καὶ ὁ Πάν 9 δρᾶν ἐδόκει τὴν Ἥχῶ, φθεγγομένην μόνον ἀκούων, καὶ τὴν ἐρωμένην ἠγνοεῖ. Ὁ δὲ Ἀπόλλων δάφνην ἔχων τὸ φυτόν, τῆς Δάφνης κηρύττει τὸν ἔρωτα. Ἡ δὲ Ἀφροδίτη τοὺς θεοὺς καὶ εἰς ἑαυτὴν ἐπεσπάσατο. Καὶ Ἥφαιστος μὲν συνύχει τῇ Ἀφροδίτῃ, Ἄρης δὲ τούτων ἐζήλου · ἥρα 10 δὲ καὶ Ἔρμῆς, κοινωνὸν τοῦ πάθους ἔχων Ἀπόλλω.