Ancient Greek
153.3
Choricius Rhet. et Soph., Opera 153.3
Unproofread scanNot analysed yet
2 Mea, ἐπιβομβοῦσιν. 4 M. ,ἀμέλγων ἐγκ. γάλ. ΗΘΟΠΟΙΙΑ ΠΟΙΜΕΝΟΣ. αὐτὴ (¹) διαφυγεῖν ἡδυνήθη τὸν Ἔρωτα · σοβαρὸν γὰρ τὸ παιδάριον καὶ θρασύ καὶ κατὰ τοῦ τυγόντος ὀπλίζεται · λυπεῖ δὲ τὴν Ἀφροδίτην, οὐδὲ τὴν τεχοῦσαν αἰδοῦμενος, ἵνα μὴ μέγα φρονῇ μόνη (²) καὶ τεχοῦσα καὶ διαφυγοῦσα τὸν Ἔρωτα. Τί οὖν ἔχεινος; αἴρει τὸ τόξον, καὶ προσγελᾷ τὴν μητέρα, καὶ βέλος τι σμικρὸν ἐγκατέθηκε (³) · καὶ Ἄδωνις ἐξαίφνης ἔδοκε χαλός, καὶ ῥᾶον (⁴) ἂν τις εἴδεν αἰγὸς συζύγου τράγον αὐτὸν (⁵) ἀνιστάμενον ἢ τὴν Ἀφροδίτην Ἀδώνιδος. Σιωπῶ τὸ πάθος τῇ θεῷ χαριζόμενος, μὴ καὶ λυπήσω λέγων, καὶ μοι δεῖξῃ (⁶) τὴν ἄγελαν ἀνέραστον. Πλὴν αἵματι τῆς Ἀφροδίτης τὸ ῥόδον ἡμῖν ἡρυθραίνετο (⁷). Τοιαῦτα τῆς ὥρας ἀπολαύων, εὐξομαι μετὰ τῆς ἄγελης καὶ θέρος ἰδεῖν, καὶ σιωπῶ τὸν χειμῶνα καὶ ἕαρ αὖθις ἡμῖν ἀναλάμψαν (⁸).