Ancient Greek
168.1
Choricius Rhet. et Soph., Opera 168.1
Unproofread scanNot analysed yet
ΕΚΦΡΑΣΙΣ ΩΡΟΛΟΓΙΟΥ. εἶχε δεινόν, ἀλλ’ οὐχ ὥστε νικᾶν Ἥρακλέα. Τί δ’ ἂν εἴποις Διομήδους τὰς ἵππους (1) ; οὐ μέχρι τούτου φονικαὶ τε ἦσαν καὶ ἵσαι θηρίοις; Ἄλλὰ καὶ Γηρυόνος (2) ἔκωμα βουσί, καὶ τρεῖς αὐτῷ κεφαλαί · μετὰ δὲ τῶν βοῶν, οἴμαι, καὶ ταύτας ἀφήρατο. Οὐδὲ τὸν ἄδην ἀφήκεν ἀπειράτον ἀρετῆς, πρὸς τὸν ἐνταῦθα κύνα μάχην ἀράμενος καὶ δεῖξας ἡλίῳ τὸ τέρας. Ἔδει καὶ μηλῶν χρυσῶν Εὐρυσθεῖ πρὸς ἐσχατὶνν κειμένων τῆς γῆς · Ἐσπεριδῶν μὲν τὰ μήλα, δράκων δὲ φύλαξ ἦν οὐ φορητὸς ἐς ἀλκὴν · ἀλλ’ ὁ μὲν ἔκειτο βληθεὶς, τὰ δὲ μήλα ἦν Εὐρύσθει. Ταῦτα Ἥρακλέος ἔργα καὶ πόνοι.