Ancient Greek
17.2
Choricius Rhet. et Soph., Opera 17.2
Unproofread scanNot analysed yet
Πάλαι μὲν νενομοθέτηται (1) τοῦτο τοῖς ὀπτομένοις, ὅσοι τὸν βίον ἀμέμπτως διῆλθον, ἄθλον παῖ γέρας ἀπολαμβάνειν τὸν ἐπαίνον· εἰ δὲ καὶ μήπω (2) κείμενος οὕτως ἔτυχε ὁ θεσμός, ἐντεῦθεν ἂν ἔδει νόμον κρατῆσαι τοιούτον, οὐ πρὸς δόξαν τοῦ τεθνεῶτος (ποίαν γὰρ εὐκλειαν χαρίζεται λόγος ὀπίσω τῆς ἀξίας βαδίζων;) ,πρὸς ὠφελίαν (3) δὲ μᾶλλον τῶν ζώντων. Μεγίστη γὰρ ἐπὶ τὰ βελτίω παράκλησις ἡ τῶν ἀγαθῶν εὐφημία.