Ancient Greek
173.7
Choricius Rhet. et Soph., Opera 173.7
Unproofread scanNot analysed yet
(⁴) Ed. ,περιδράμωμεν. ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ. Τοιαῦτα μὲν ὁ ζωγράφος φιλοτιμεῖται τοῖς βασιλείοις ἐκ τῆς τέχνης τὰ θαύματα. Μέσος δὲ ἐν μέσοις Ὠσεὺς, οὐ Μινωταύρω μαχόμενος, οὐ Κερ-κύονα βαλὼν, ἡ Σίνιν (1) παύων τῆς ὀβρεως· ἀλλὰ ταῦτα μὲν ἂν ἴδοις ἐν ἑτέρᾳ γραφῇ· τὸ δὲ παρόν, πρὸς τὸ τῆς ἡμέρας μῆκος ἀποκαμὼν, ἐπὶ κλίνην ἐτράπη, καὶ διαναπαύει τὸ σῶμα, τῆς μεσημβρίας τὸ πνῖγος (2) ἀποπεμπόμενος ὕπνῳ. Καὶ τῇ παρούσῃ γυναικὶ διελέγετο, οὐ σὺν αὐτῷ κατακειμένη· νυκτὸς γὰρ ἡ κοίτη τοῖς σώφροσιν· ἐπὶ δίφρου δὲ τινος παρακαθεῖζεται. Καὶ Ὠσεὺς μὲν μεταξὺ τε λέγων πρὸς ὕπνον, ὡς εἰκός, συνηρπάζετο, καὶ ἡμιτελῆ τὸν λόγον ὑποχαυνώσας τῷ πάθει. Ὦθεν δὴ τοῦ Ὕπνου (3) τὸ ταχὺ λανθάνον, καὶ ὡς κλέπτει τὸν νοῦν καὶ κατα-σῦρει τὰ βλέφαρα, δηλῶν ὁ ζωγράφος σκιοειδῆ τινὰ καὶ πτερωτὸ ἀπειργάσατο· στροφῇ δὲ λευκῇ τὴν κεφαλὴν ἀναδοῦμενος, τὴν κατὰ πάντων νίκην ἐδηλῶσεν. Ἄκραις δὲ χερσὶν ἐπ’ ἀλλήλαις κειμέναις ἐπὶκλίνας τὸ μέτωπον, καθεύδει νῦν ἡδέως, ὅπερ ἐστὶ παθῶν, δηλῶν (4) τὴν φύσιν ἔργῳ τε ἄμα καὶ σχήματι· ἀποκρύπτει δὲ τὴν θέαν· οὐ γὰρ προ-ορᾷ τις ἐρχόμενον ὕπνον. Τοιγαροῦν οὐ πρόσθεν, ἐξ ἀφανοῦς δὲ παρ-έστηκε τῇ κλίνῃ ταῖς χερσὶν ἐρειδόμενος, καὶ, εἰ παρῆν Ὅμηρος, εἴ-πεν ἂν ὁ ποιητὴς (5),