Ancient Greek
178.1
Choricius Rhet. et Soph., Opera 178.1
Unproofread scanNot analysed yet
ΕΚΦΡΑΣΙΣ ΕΙΚΟΝΟΣ. συνέχεται· τὸ δὲ πινάκιον. . . τῷ ποθουμένῳ τὸν ἔρωτα. Τὴν γὰρ δὴ Φαίδραν τοῦτ' ἐστὶ τὸ λαμπάδιον ὑποθάλπει τοῦ Ἐρωτος, καὶ τὸν ῥυθμὸν αὐτῇ διαλύει τοῦ σώματος, καὶ τὴν διάνοιαν πρὸς ἄ μὴ πρέπει βιάζεται φέρειν. Τί γὰρ αὐτῇ καὶ. . . τα κατ' ἀέρος τοῖς πτεροῖς ἀνεχόμενος· δεξιᾷ τε χειρὶ, ἐνὶ τε ταύτης δακτύλῳ δείκνυσι μετέωρον ἐν χρώμασιν τὸν Ἱππόλυτον· ἑτέρα (¹) δὲ πυροῦν ἀνάπτει· ὁμοῦ τῇ θέᾳ τὴν καρδίαν ἀπτόμενος μέσην. Ἱππο. . . τῶν στέρνων ἐπὶ τῆς εἰκόνος τὰ χρώματα ἀρχοῦντα μέρη τῇ χειρὶ· ταῦτα γὰρ καὶ μᾶλλον παρασκευάζειν οἶδε τὸν Ἐρωτα, δ. . . [λόγ]ηρος ἐμφαίνει τοῦτο τῷ ὄρατι· τοσοῦτον δὲ φαίνει τῆς χλανίδος ὅσον τῷ σώματι.