Ancient Greek
178.4
Choricius Rhet. et Soph., Opera 178.4
Unproofread scanNot analysed yet
Ἡ δὲ λαβοῦσα γράφει· «Μέχρι δὴ τίνος σωφρονήσεις, Ἱππόλυτε; «Φαίδρα δὲ ποθεῖ σε καὶ βούλεται (³) ». Διακονήσει δὲ τῇ χειρὶ τραγικὴ τις γραῦς (⁴), αὐτὸ τῆς πολιᾶς τὸ βαθύτατον, τίθη τις, ὡς δοκεῖν, οὐκ ἐν χαίρῳ φειδομένη τῆς Φαίδρας. Τοῖς δὲ τῶν γυναικῶν ἐντριβείσα παθήμασιν, οἶδεν οἷς προσέχει καὶ προσανέπτῃ μετέωρος, καὶ ἐστὶν ὅλη τοῦ ἔρωτος, καὶ τὸ πάθος ἐπισταμένη. Ὅμως ἐρωτᾷ τι, καὶ διδάσκει τοῖς δακτύλοις ταῦτα ὑποσημαίνουσα, καὶ λέγειν δοκεῖ· «Τί πέπονθας, ὦ τέκνον; τί δὲ τοσοῦτον ἠπό- «ρησαι; γράφε, καὶ ὁρᾷς, καὶ δέχου με τῇ χειρὶ διάκονον ». Πειθεῖ τὴν Φαίδραν εἰπούσα, καὶ οἴχεται. Μᾶλλον δὲ ταύτην ἐν ὅσῳ καὶ πάρστιν ὅρα δὴ πρεσβυτικῶς ἐσταλμένην. Φαία μὲν ἐσθὴς ὡς ἐπὶ γῆρας, τάχα δὲ καὶ πάθει δεσποίνης. Συγχύψασα δὲ διαλέγεται ὡςπερ οἱ λάθρα φθεγγόμενοι, μὴ καὶ λάθῃ (⁵), Ὡσεὺς, ἐν προσποιήσει καθεύδοντος, τῶν ῥημάτων αἰσθομένου. Συγχύπτει δὲ πρὸς τὴν ἑὐν χειρὰ λαιάν ὑπαρεῖ-