Ancient Greek
184.5
Choricius Rhet. et Soph., Opera 184.5
Unproofread scanNot analysed yet
Ἐπὸνουν Τρῶες, ἐπὸνουν Ἕλληνες ἄμφ’ Ἑλένην μαχόμενοι (¹). Καὶ ποτε συμβαλεῖν μελλόντων, εἴτι καὶ μέμνημαι τῶν ἐπῶν, ἀκμὴ τε καὶ θυμῷ σφριγῶντος αὐτοῖς τοῦ στρατεύματος, καὶ κατ’ ἀλλήλων ἐπειγομένων, τῆς κοινῆς μάχης ἐδόκει πέρας ἔσεσθαι τὴν περὶ τῆς Ἑλένης κρίσιν εἰς δύο που περιστῆσαντος (²), εἰς τε Πάριν, εἰς τε δὴ καὶ Μενέλαον, τὸν μὲν ἤν εἴχε δικαίως ζητοῦντα, τὸν δὲ ἤν ἔλαθεν ἀδίκως οὐ μεθεῖναι βουλόμενον· «Ἄλλὰ κρινέσθων οὗτοι τοῖς ὅπλοις, δικα- «ζούσης, φημὶ, ἀνδρείας τῷ νικῶντι τὸ γύναιον ». Ἔδει σπονδὰς ἐπὶ τούτοις γενέσθαι, καὶ γίνονται. Καὶ πάρεισιν ἐπὶ συνθήκαις ὁ Πρίαμος μᾶλλον τῶν παίδων ἐκ τῆς πολιᾶς πιστευόμενος (³). Ὅρα τὸ ζεύγος ὅσον ἐπεῖγεται δρόμῳ, ὡς’ ἡνίοχου γέροντος ἰθυνόμενον. Κοινωνὸν δὲ τῆς πορείας καὶ τοῦ ἅρματος Ἀντήνορα τοῦτον ἡ μὲν ποίησις εἶπεν (⁴), ὁ δὲ γραφεὺς οὐκ ἠγνόησε. Τὸ δ’ οὖν φορτίον τῷ ζεύγει γέροντε δύο συμ-