Ancient Greek
185.2
Choricius Rhet. et Soph., Opera 185.2
Unproofread scanNot analysed yet
Συναποδύμεν τῷ Πριάμῳ τοῦ ζεύγους καὶ Ἀντήνορι · τῆς δεξιᾶς ἔλοντες προσάγωμεν Ἀγαμέμνονι κεχυφότα τῷ γῆρᾳ καὶ βακτηρίας ἔχοντα. Ὁ δὲ πρὸς Ἀγαμέμνονα καὶ χεῖρα προτείνει καὶ δεξιὰν πολέμιον ὑποδέχεται, κἂν Ὀδυσσεύς. . . οὐκ εἴασε περαιτέρω βαίνειν · ἀγορεύει Πριάμῳ καὶ στῆναι τῇ χειρὶ τῷ γέροντι διατείνεται · ἀξιῶ. . . καὶ πόρρωθεν ἑστῶτα λέγειν τι καὶ ἀκούειν τὸν πρεσβύτην ἐθέλων μόνον. . . λὸν φθεγγόμενος. Ἄοπλος μὲν Ἀγαμέμνων τὰς σπονδὰς μηνύων τῷ σχήματι, καὶ ὅπερ μόνον ἔχει ξίφος ἀσφαλείας ἔσχατον λείψανον ἐκ. . . λαῖψ παραδίδωσι. . . στήσας τῇ λαβῇ τοῦ ξίφους ἐπαναπαύει τὴν χεῖρα. Χλανὶς δὲ τοῖς ὠμοῖς ἐπιβρίπτεται (1), καὶ. . . αὐτῷ ποικίλος, ζώνη δὴ τινὶ περὶ τὰ μέσα σφιγγόμενος. Πάρεστιν Αἴας αὐτῷ τὸν Ὀδυσσέα, καὶ τὸν Ἰυδέως, εἰ βούλει, τῇ χειρὶ μιμησάμενος, ἐκ νιῶτων Ἀγαμέμνονος προτείνων τὴν δεξιὰν Πριάμῳ, καὶ στῆναι λέγων μηδὲν τι τῶν βασιλέως ἀπτόμενον · ὁ δὲ Νέστωρ, λευκῇ προλάμπων πολιᾷ, καίπερ ἐκ μέσου φαινόμενος · τῷ γὰρ Ἀτρέως παρέστηκε σύμβουλος ἕτοιμος, μή τι καὶ δέη (2) πυθάνεσθαι. Μενέλαος δὲ ὁπλίτης ἀγαθὸς καὶ πρὸ τῆς μάχης καταπλήττει τὸν βάρβαρον. Πᾶς τε καθώπλισται καὶ δορυφορεῖ, ὁρθὴς τε τῆς ἀσπίδος ἐφάπτεται, οὔπω ταύτην ἀναλαβὼν, οὔπω δόρυ κλίνας εἰς πόλεμον, ἀλλ’ ἐξωμένην δεξιὰ καὶ πρὸς αὐτοῖς διηγούμεσι (3) συνέχων, ἕτι τέως ἰστῶν (4). Ἀναμένει γὰρ τοῦ πατρ’ αὐτὸν ἑστῶτος Διομήδους μάχης τε σύνθημα καὶ σάλπιγγος ἤχον (5). Ὡς γοῦν γεγόνασιν αἱ σπονδαί, καὶ ἤχησεν ἡ σάλπιγξ τὸν θυμὸν αὐτοῖς παραθήγουσα, παρεστῶσι μὲν Αἴας εἰς ὀμφαλὸν τὰ στέρνα γυμνούμενος, ἀδελφὸς τε Ἀγαμέμνονα καὶ Νέστωρ ὁ Πύλιος · Ὀδυσσεύς γὰρ εἰς προθυμίας μονομαχοῦντι συγχινεῖται, ὥσπερ οἱ σφοδροὶ θεαταὶ τοῖς ἡνίοχοις κοι-