Ancient Greek
186.3
Choricius Rhet. et Soph., Opera 186.3
Unproofread scanNot analysed yet
«Ἡ, καὶ ἐπαίζας κόρυθος λάβων ἱπποδασεῖς (¹) »συναρπάζει γὰρ τῷ δρόμῳ, καὶ τοῦ κράνους ἐφέλκει, καὶ τῇ πληγῇ συνεπαίρεσθαι, καὶ θρηνεῖται Πάρις καὶ μήπω τάχα βαλλόμενος. Τοιγαροῦν ὁ Πρίαμος πολὺν καὶ χεῖρα πρὸς ἱκετηρίαν προβάλλεται, καὶ προσπλήττει τὰ μέτωπα, τὴν δεξιὰν θατέρου (²) πρὸς αἰθέρα μετεωρίζοντος καὶ σὺν ἐκπλήξει τὴν τύχην ὀδυρομένου. Ἀντήνωρ δὲ παρέστηκε Πριάμῳ μὴ τι καὶ λάθῃ δεινὸν ὑπ’ ἀθυμίας αὐτῷ (³) μηχανούμενος. Ἄλλὰ στήσον τὴν πληγὴν (⁴), ὦ Μενέλαε, μὴ λάθῃς πρόσθεν δι’ Ἀλεξάνδρου μαχομένος, μικροῦ δὴ καὶ γυμνὴν βαλὼν Ἀφροδίτην, περιχυθεῖσαν τῷ Πάριδι. Ἐκ νώτου γὰρ ἐπίκειται (⁵), καὶ οὐ παρατείνεται πληττόμενον κεχυφότα κατὰ τῆς ἀσπίδος πρὸς ἔδαφος, καὶ τὴν τοῦ κράνους λαβὴν τῇ δεξιᾷ διαλύοντα (⁶) · καὶ κλείει (⁷) σοι τὴν νίκην Ἀφροδίτη, ὦ Μενέλαε, καθάπερ ἐκ Σπάρτης τὸ γύναιον.