Ancient Greek
189.1
Choricius Rhet. et Soph., Opera 189.1
Unproofread scanNot analysed yet
ὕπομιμνήσκουσι λύρας. Κάκεινος ἡδιστα μὲν τούτων ἀκούει · ὁρῶν δὲ καὶ τὴν δάφνην εὐθαλῆ τε καὶ πολλῇ τῇ χώμῃ σεμνυνομένην, καὶ τὸν ὑάκινθον ἄρτι φαινομένον, παλαιῶν ἐρώτων εἰς μνήμην ἐλθὼν, ἀναλαμβάνει τὴν λύραν, καὶ ᾄδει μὲν τὸ ἔαρ, ᾄδει δὲ ἐκεῖνον τὸν ἔρωτα · ὡς ἡ Δάρνη παρθένος καλῇ, ὁ δὲ Ὑάκινθος Λακωνικὸν ὑπῆρχε μειράκιον · ἀλλ’ ἡ μὲν ὑποφεύγει, καὶ τὸν ἔραστὴν ἠρεῖτο, καὶ μεταβάλλεται · ἀλλ’ Ἀπόλλων, φυτὸν ἀντὶ χόρης ἔχων, οὐχ ἄρνεται τὸν ἔρωτα · ὁ δὲ Ὑάκινθος ὁ παῖς ὁ καλός, δυοῖν ἐρασταῖν τυχὼν, προὔχρινε μὲν, ὡς εἰκός, τὸν Ἀπόλλω, χαλεπαίνει δὲ ὁ Ζέφυρος, καὶ τέθνηκε τὸ μειράκιον, καὶ ἄνθος ἐγένετο, καὶ διασώζει τὸ κάλλος.