Ancient Greek
19.2
Choricius Rhet. et Soph., Opera 19.2
Unproofread scanNot analysed yet
Οὐ μὴν τὸ βραχὺ τῆς ἡλικίας εὐκαταπρόνητον ὑπῆρχε τοῖς φοιτηταῖς, ἀλλὰ τὸν νέον ὡς πρεσβύτην ἠσχύνοντο (¹), τὴν ἐπιστήμην αἰδοῦμενοι. Περικλέους μὲν οὖν τὸ μέγα (²) καὶ θρυλούμενον ἦν πλεονέκτημα, ὅτι τὴν ἐκκλησίαν τὴν ἀττικὴν, αὐτοῦ μὲν ἀπόντος, σύγχυσις εἶχε καὶ βραθυμία καὶ ταραχή, καὶ κόσμος ἦν οὐδεὶς τῶν ποιουμένων, φανέντος δὲ, πρὸς τὴν πρώτην ὥρην ὁ δῆμος μετεβρύθμιζε· τὴν ἐκείνου δὲ ποίμνην εἴδεν ἂν, παρόντος (³) καὶ μὴ, τὴν αὐτὴν εὐσχημοσύνην φυλάττουσαν, δεδαίως αὐτοῖς ἐβριωμένης τῆς εὐκοσμίας. Δυὸ γὰρ ὄντων οἷς ἀρετὴ βασιλεύειται σοφιστοῦ, τοῦ τε καταπλήττειν τὰ θέατρα συνέσει λόγων καὶ κάλλει, τοῦ τε τοὺς νέους μυσταγωγεῖν τοῖς τῶν ἀρχαίων ὀργίοις (⁴), ἐκεῖνοι γὰρ (⁵), εἴτε τὴν παλαιὰν διασῴζοντες παροιμίαν (χαλεπὰ γὰρ, φησὶ (⁶), τὰ καλά), εἴτε τὴν πολλὴν ἀκοὴν ἀμήτων εἶναι τῶν οἰκείων βουλόμενοι συγγραμμάτων, εἴτε τὴν ἀνθρωπείαν ἐπιστάμενοι (⁷) φύσιν