Ancient Greek
190.4
Choricius Rhet. et Soph., Opera 190.4
Unproofread scanNot analysed yet
Ἦδη δὲ καὶ ποιμένες τὰ ποίμνια, αἰπόλοι δὲ τὰς αἴγας καὶ τὰς βοῦς οἱ βουκόλοι, νῦν μὲν ἐπὶ πόαν ἄγουσι, νῦν δὲ ἐπὶ πηγὰς ἤγουνται καὶ νάματα. Καὶ συρίττουσι μὲν οἱ νομεῖς, τὰ δὲ θρέμματα χρονίαν (1) μουσικὴν εἰσδεχόμενα, ὀρθὰ τε ἵστησι τὰ ὦτα (2), καὶ τοῖς πηδήμασιν αἴρεται. Ὁρῶν δέ τις αἴγα πλήρη τοῦ γάλακτος, ὑπὸ τὴν θηλὴν ὑπέχει τὸ στόμα καὶ ἐπισπάται τοῦ γάλακτος νάμα (3)· καὶ ᾄδει μὲν τὰς Νύμφας, ὕμνει δὲ τὸν Πᾶνα. Καὶ ὅραι φίλαι πολλάκις ἐφθέγ-ξαντο (4).