Ancient Greek
192.1
Choricius Rhet. et Soph., Opera 192.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΕΑΡΟΣ. ἀκάνθαις κύκλῳ δορυφορούμενον, καὶ μὴ (¹) τὸν βουλόμενον ὑδριστικῶς αὐτῷ καὶ οἶον ἐκ παρέργου προσάγειν τῷ χεῖρε. Οὕτω γὰρ τις προσίων, καὶ μὴ ὡς μέγα τι ληψόμενος, μηδὲ τὰ εἰκότα τιμήσας, δίχην ἔχει τῆς ὑδρεως τὴν πληγήν. Αὐτὸ δὲ βασιλικῶς ἐκ μέσης ἀνατέλλον τῆς κάλυκος ἀναφαίνεται, καὶ δόξαις ἂν (²) ἐντεύθεν ἔρωτας ἀρίεσθαι τοῖς θεωμένοις. Ἐρυθροῦ χρώματος τῷ λευκῷ συνελθόντος· καὶ μετὰ τὴν μίξιν εἰς ἄλλο χεομένου (³), ἑκατέρου τὸ ἄκρον ἀνεῖται. Μὴ τοι λόγος ὡς λευκὸν ὑπάρχον τὸ ῥόδον τὴν νῦν ἰδέαν ἐντεύθεν προσέλαβεν(⁴); Ἄδωνις καλὸς ὑπῆρχε καὶ κυνηγέτης, καὶ ἥρα τούτου ἡ Ἀφροδίτη (⁵). Οἱ γὰρ Ἔρωτες, ὡς ἔοικεν, οὐδὲ τῆς μητρὸς ἐθελούσι· φείδεσθαι (⁶). Θηρώντες δὲ ποτα τοῦτον (⁷), ὑπὸ θηρὸς ἀγρίου πληγέντα κεῖσθαι συνέδη, καὶ ἀγγέλλεται τοῦτο τῇ Ἀφροδίτῃ. Εὐθὺς οὖν καὶ ὡς εἶχεν ἀνέτρεχε, καὶ γυμνῷ ποδὶ διὰ πάντων ἔφερετο, μὴ προσορωμένη τι τῶν ἐν ποσὶ δυσχερῶν· ἦθεν εἰς ῥοδωνίδας ἐμπεσοῦσα', πληττεται