Ancient Greek
194.1
Choricius Rhet. et Soph., Opera 194.1
Unproofread scanNot analysed yet
ΜΟΝΩΔΙΑ (1). Προτρέχει μοι τοῦ λόγου τὸ δάκρυον, ἀδελφέ φίλτατε, καὶ ἡ φωνὴ ἐπιλείπει, καὶ ἡ γλῶττα ἐπέχεται. Οὐδὲ γὰρ ἐπιθαλάμιον ᾄσω σοι, οὐδὲ κρότον ἐγείρω γαμήλιον (εὐχταία ταῦτα καὶ χρείττονα (2) τύχης γνωρίσματα), ἀλλ’ ἐπιθανάτιους πλέκω σοι τὰς ᾠδάς, καὶ θρήνων ἐξάρχω καὶ γοερὸν ἀνακρούομαι. Ἄλλὰ τίνι περιγυθῶ; πῶς ἀποχλαύσομαι, μήτε τάφον ὁρῶν, νεκρὸν οὐκ ἔχων; ὅλον γὰρ σε καὶ ψυχῇ καὶ σώματι προσεψήρημαι. Σοφίσομαι δὲ τὴν συμφορὰν καὶ, ὡς ἐν κληρίῳ (3), τῷ θρεψαμένῳ σε δόμῳ τὰς τῆς γλῶττης χοὰς ἐπισπείσω σοι. Ἐνταῦθά τοι τὸν κρατῆρα στήσω τοῦ πένθους, ἔνθα σοι καὶ τὸ τῶν Μουσῶν νέκταρ ἔχερασα. Ἐνταῦθά σοι μονοηδήσω τὸν ἔσχατον καὶ πικρὸν ἐξίτηριον, ἔνθα σοι τὸν γλυκὺν εἰσιτήριον πολλάκις ἐκρότησα (4).