Ancient Greek
195.1
Choricius Rhet. et Soph., Opera 195.1
Unproofread scanNot analysed yet
Συγκαθέσομαι καὶ τὸν ἐμὸν θίασον ὡς ἐπὶ τῷ Πατρόκλου τάφῳ τοὺς ἥρωας Ἀχιλλεῦς(1), καὶ πρὸς φίλον χορὸν ἐροὶ τὰ σά, καὶ δακρύσω καὶ κόψομαι. Καὶ ἄσονται πάντες ἐλεεινὸν ὑπὸ χοῶντες, οἱ μὲν τὸν ἠλιχιώτην πενθοῦντες, οἱ δὲ τὸν ἑταῖρον ἀνακαλοῦμενοι, καὶ κατ᾽ ἄλλο ἄλλοι(2) τὸν ὀρθὸν σὺν ἡμῖν ἐξυφαίνοντες· οὔγε καὶ ἀλητὶ πάρεισιν οἱ πλεῖους κομᾶσοντες(3) σὺν ἡμῖν κῶμον ἀγρίον, κρατῆρα Τελχίνων(4), Ἐριννύων τράπεζαν. Καὶ νῦν ὡς ἐν συμφοραῖς, κατὰ τὴν τραγωδίαν(5), φίλοι σαφέστατοι, σὲ μὲν οὐ τρεῖς ἀνακαλοῦνται μόνον, ὡς Ὀδυσσεὺς τοὺς ἑταίρους ὑπὸ Κικόνων πεσόντας(6), ἀλλὰ πολλάκις καὶ μετὰ δακρύων ἀεὶ. Εἴποι τις ἂν ποταμὸν ἐριβρυχὴ καὶ πολυβρόχων περιβρέειν μοι τὴν οἴκλαν(7)· σοῦ γὰρ τις ἐπιμνησθεὶς μέγα μὲν ἐτρυχήσατο(8), πολλὰ δὲ τῶν ὀφθαλμῶν