Ancient Greek
196.1
Choricius Rhet. et Soph., Opera 196.1
Unproofread scanNot analysed yet
ΜΟΝΩΔΙΑ. κατέσταξε δάκρυα, καὶ μιμεῖται ποταμὸν βαρυφὴν πολυγεύμονα (1)· ἐμὲ δὲ περιίστασι (2) καὶ δυστυχῆ τινὰ χωρὸν τοῦτον ἐλίσσουσιν· οὐχ οἷον ὅτε σε τὰ Μουσῶν ἐγὼ μὲν ἐτέλουν, οἱ δὲ σοι συνεπήχουν καὶ συν-ωργίαζον, ἀλλ' οἷον καὶ Σωκράτην οἱ ζηλωταὶ περιεστήκασαν (3), ὅτε πρὸ ὧρας Λαμπροκλῆς ἀνηρπάζετο (4). Λαμπροκλῆς μὲν οὖν ἔτι παῖς ἦν καὶ λαμπρὸν εἶχεν οὐδέν, ἐφ' ᾧ καὶ Σωκράτης οὐ πᾶνυ τι ἂν ἴσως ἠλγησεν, ὅς γε καὶ ἄλλως ἐκ φιλοσοφίας ἐξέωτο· σὺ δὲ τὸν παῖδα ὑπερέ-πτῃς καὶ (5) τὸν μειράκα, καὶ πρὸς ἄνδρας παρήγγελλες, καὶ ἤδη ὁ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ σίτον ἐν ἀποθήκαις καὶ τοῖς τῆς ψυχῆς ταμείοις ὥριον ἦν, οὐχ ἐν λέμμασιν, οὐδ' ἐν ἀνθόειν, ὡς ἠλυχαζόμενος (6) ἔτι καὶ ταῖς ἄλλαις φλυαρίαις τῆς φύσεως· καὶ σε κωρίαι περιεχόρευον χά-ριτες (7).