Ancient Greek
197.9
Choricius Rhet. et Soph., Opera 197.9
Unproofread scanNot analysed yet
παρῆν ἡμῖν δανείσασθαι σοὶ τὸ ζῷσιμον, καὶ τάχα Διοσκούρων ἂν ἦμεν Ω μέλημα ἐμόν, ὦ χαρίτων νεώς, ὦ φύσεως ἄγαλμα, τίς σε φθόνος κατήνυγεν οὕτω καλὸν ἔρνος νεότητος; ποία χεὶρ ἐλωβήσατο; τίς τὴν καλὴν παρακαταθήκην (¹) ἐσύλησεν, ἣν μοι ὁ κοινὸς τροφεὺς, ὁ πρὸς μητρὸς θεὸς ἐπίστευσεν ἀπαίρων ἤδη τῶν ἐν λαβρῷ (²) πυρὶ τῆς λύπης ἀπανθρακούμενος; τίς τὸν τοῦ παντὸς γένους ἀπέχειρε βόστρυχον (³), ὃν ἐγὼ πόλλ' ἐκήπευσα Μουσῶν (⁴) δρόσῳ λιπαίνων, καὶ τὰλλα πρὸς τὸ καλὸν ἐξασκούμενος; τίνες κηφήνες κεκεντρωμένοι τὴν ἐμὴν γλυκειαν εἶλον μελίτταν; Καὶ νῦν ἀψινθίας θανάτου γεύομεν (⁵). Τὸ γὰρ τῶν Χαρίτων σῆμβλον ὅλον εἰς τάφον κεκένωται. Ἔδυσ ὑπὸ γῆν ὁ ἡμέτερος ἥλιος (⁶)· γεγόναμεν αἴρνης ἀνήλιοι (⁷). Ἐκρύβης ὁ τοῦ παντὸς γένους ἀρίσθλος ἀστήρ (⁸)· πολέμιον γὰρ σε νέφος ἐκάλυψεν. . . λείπεται. Ὡς φοιτητὴν ἀνακαλοῦμαι, ὡς παῖδα πενθῶ, καὶ ὡς ἀδελφὸν ὀλοφύρομαι. . . δυστυχήματα. Μετὰ Ἰῶθ ἀνακλαίομαι· τίς ἂν με θεῖς