Ancient Greek
198.6
Choricius Rhet. et Soph., Opera 198.6
Unproofread scanNot analysed yet
(⁸) Idem ibid. :ἀστήρ μοι παῖς; ἔκεινος περιφανής, ἄλλ' ἀπεκρύβη. κατὰ. . . τῶν ἐμπροσθεν διαβολικῇ τις ἀπεσβέσθη (¹) θύελλα, καὶ βαθὺν ἡμῖν τὸν σκότον κατέχεεν; Ἄδω καὶ. . . ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ· ὅλον γὰρ με ἀθρόον, μέλας Ἄδης, ἐξώφωσας. Τὸ. . . οἱ πλησίον με ἐξ ἐναντίων μου ἤγγισαν καὶ ἔστησαν (²), καὶ οἱ ἐγγιστά μου ἐκ μακρόθεν ἔστησαν (³). . . σύμφορον εἶναι μοι φαίνεται κακῶ τηλικούτῳ παραμετρούμενον. Οὕτως. . . καὶ ὡς ἀπορρέυσαν φῶς ὀφθαλμῶν δακρύω, καὶ ὡς λύχνον ἀπεσβεσμένον. . . διὰ σὲ (⁴) τεθηλώς· ἀλλ' ὑπὸ γῆν ἐξρεύσας ἄφνω, καὶ γεγόναμεν. . . σε τὸν καλλ. . . (⁵), τὸν γλυκύν, τὸν ἐραστὸν λιμένα (⁶). . . ἐλπίδας ἀναψάμενοι· ἀλλὰ σε τυφῶν, ἐκ τῶν Σικελικῶν ἀντρῶν οἷς ἐμφωλεύει δεῖνον ἐκπνεύσας καὶ ἀγριον, διετάραξε, καὶ τὸ πείσμα ἐξράγη, καὶ ἡμεῖς πολλοῖς περιαντλούμεθα τοῖς κακοῖς, θαλάσσαις πειρασμῶν καὶ τύχης ἀντιπνοιαῖς ἐκκείμενοι. Ἐγλύκαζες, καὶ ὡς βότρυν γλεύκους πλήρης καὶ ἡδονῆς, καὶ ἡμεῖς διὰ σὲ χαίροντες πολλὴν ὥσπὴν τὴν γλυκυθυμίαν ἀπετρυγώμεν· ἀλλὰ σε πολεμία χειρ ἐθλίψε, καὶ ἡμεῖς, τοῦτο δὴ τὸ τῆς γραφῆς, πίνομεν κατανύξεως οἶνον (⁷), καὶ μεθύομεν ταῖς συμφοραῖς· οἷς γὰρ οἶον ἐξάπινα πέπωκας. Καὶ νῦν θρηνοῦμέν σε τὸν φιλεταῖρον καὶ ἡλῖκα καὶ ἡδίστον, ὁ τῶν ἐταίρων καὶ ἡλικιωτῶν χορὸς, οὗς ὁ γλυκὺς λάρυξ (⁸) ἐπλήθυνέ σοι, κατὰ τὸν Σεῖράχ (⁹)· πάλαι μὲν κοινωνοὺς (¹⁰) τελετῆς καὶ πανηγύρεως τῆς ὡς ἐν λόγοις καὶ τοῖς ἄλλοις καλοῖς, ἐξ ὧν σωφρόνως τὰ ἐμὰ καὶ χαριέντως τοῖς φίλοις ἀνεκεράννυσσα· νῦν δὲ σκηνωβατήσονται σὺν ἡμῖν, καὶ οἰμωγῶν καὶ θρήνων καταρξονται. Θρηνεῖ δὲ καὶ ὅσον ἐπ' οἴκου συγγενὲς ἄλλο καὶ φίλιον, καὶ μέσος ἐν τούτοις ἐγώ, πάλαι μὲν καὶ γῆρα καὶ φθόνῳ τρυχόμενος καὶ τοῖς κακοῖς, νῦν δὲ καὶ δάκρυα σπένδων φιλάδελφα καὶ τὸν ἀδεῶ (¹¹) πενθῶν καὶ λόγοις κοσμῶν, καὶ τὴν γλῶτταν ἀπευκταῖα κινῶν καὶ θεα-