Ancient Greek
20.5
Choricius Rhet. et Soph., Opera 20.5
Unproofread scanNot analysed yet
(4) A et Ed. ,τὰ πάντα. B, τὰ πάντων. ἔφησ δ'ἂν εἰκότως Δημοσθένους τύπον εἰς ἀνθρώπους ἐλθεῖν 1. Καὶ ἐγωγε ,εἰ μοι τοσοῦτον ἐξῆν ὅσον τοῖς τῶν δραμάτων δημιουργοῖς ,καὶ πρόσωπα πλάττειν παρεῖχον νόμοι ῥητόρων ,αὐτὴν ἂν εἰσῆγον Ῥητορικὴν ,ἐν εἴδει γυναικὸς πενθικὴν ἑσθῆτα περικεμένης ,οὐ τὰς ὀφρύς ἐπαιρούσης ,οὐ βαδίσματι σοβαρῷ κεχρημένης ,χὰν ἐκ φύσεως ἔχῃ τὰ τοιαῦτα Ῥητορικῇ ,ἀλλὰ συνεσταλμένης τε καὶ ταπεινὸν φρονούσης 2 ,εἰκότως ,ὅτι τοῦ θιάσου τὸν χορυφαῖον 3 ἐστέρεται ,καὶ πρέποντα τῷ πάθει βοώσης · «Τίς γένομαι 4 ; τίνα λάβω παραψυχὴν ; πόθεν μοι «γενήσεται τις Ὀρφεὺς ,χρούμασι θέλγων τοὺς κάτω θεούς ,καὶ μισθὸν «ἀπαιτῶν μοι τῆς μελῳδίας τὴν ἐκείνου ψυχὴν ,οἷα δὴ βαψωδού- «σιν οἱ ποιηταὶ ; »Ταῦτα δικαίως ἂν εἴποι Ῥητορικὴ ,τοσοῦτου χρηρέουσα παιδευστῷ ,κέντρον ἐμβαλόντος ἐρωτικόν 5 ταῖς μεγίσταις τῶν πόλεων καὶ λόγων ὀρεγομέναις.