Ancient Greek
207.1
Choricius Rhet. et Soph., Opera 207.1
Unproofread scanNot analysed yet
ἀσπίδα προιοχόμενον, καλὸν ἐντάφιον ἀπενεγκασθαι. Σοῦ δὲ ὁ θυρεὸς πυκνὰ μὲν καὶ πολλαῖς ταῖς τῶν βελῶν ἐπαταγεῖτο χαλάζαις, μυρίας δὲ ὅσας φόνον κεραυνοβολούσας ἀστραπὰς ξιφῶν ἐκαρτέρει, πολλῶ δὲ πλείους δεινῶν ἀπολαμπομένας αἰχμὰς ἀπεκρούετο, καὶ μέχρι τέλους βαλλόμενος οὐκ ἀπέσπε, καὶ συναπέθανε τῇ χειρί, ὡσπερ αἰσχυνόμενος ἀποῖσεσθαι λειποταξίας γραφήν, καὶ προδῶναι τὸν οὐκ αἰσχύνοντα· ἡ τάχα, καὶ σώματος ξρῶν οὕτω καλοῦ καὶ γενναίου, ταῖς πληγαῖς αὐτὸς προαπέθανε, οὐκ ἀνασχόμενος πολεμίας λάφυρον ἀκούσαι χεῖρός καὶ ἰδεῖν τὸν ἀριστεὰ πίπτοντα. Μετὰ Δαβὶδ καὶ πᾶσιν (1) ἐγώ, ἀτρεπτε στρατιώτα, ἡμέτερε τροπαιοῦχε καὶ τρισαρϊστεῦ, τοῖς θρήνοις σου ἀναμίξω σου τὸ ἐγκώμιον· «ἡ ῥομφαία σου οὐχ ἀνέκαμψε κενή· ὁ θυρεὸς «σου οὐχ ἐχρίσθη ἐν ἐλαίῳ, ἀφ’ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυ- «νατῶν (2) ».