Ancient Greek
207.5
Choricius Rhet. et Soph., Opera 207.5
Unproofread scanNot analysed yet
(5) Ed. ,κονιστροῦ. Αὐτὸς γὰρ ἐφίλκει ἄνδρα σίδηρος, ὡς (1) καὶ σε τότε κορυβαντιῶν (2) ὅλον ἀνέπεισε καὶ δεινῶς ἀνεβάχχευσεν. Ἔδει τότε, ὦ φίλτατε, τὸ τῆς μητρὸς ὑπολογίσασθαι γῆρας, τοὺς ἠλικιώτας, τὸ γένος, ἐμὲ τὸν πατέρα μετὰ τὸν κοινὸν πατέρα, τὸν ἀδελφὸν, τὸν τροφόν, τὸν διδάσκαλον, τὸν πάντα τὰ φίλτατα. Ἀλλὰ σε τῇνικαῦτα τούτων εἰσῆλθεν οὐδὲν · θανεῖν γὰρ μᾶλλον ἢ δουλεύειν ἐχθροῖς ἐδίκαιωσας. Καὶ νῦν κεῖσαι μετὰ τῶν ἀριστεῶν καταλόγου, ψυχὴν ἐλευθέραν φυσῶσας, καὶ σεαυτῷ μὲν ὄνομα λιπὼν εὐγενές, ἡμῖν δ' ὀδύνας καὶ γόους καὶ δάκρυα.