Ancient Greek
217.1
Choricius Rhet. et Soph., Opera 217.1
Unproofread scanNot analysed yet
Γ. Ἡ διάλεξις ἔχει μὲν τὸ ῥόδον ὑπόθεσιν, ἐπισταμένη δὲ διαχορεῖς ὑμᾶς ἔντας τοῦ μύθου, καινότερον συνεσιφέρει διήγημα (*). Λέγουσι Μῆδοι, Μήδων ὅσοι τὰ πρότερα μνήμη διαδέχονται, ἡνίκα ἂν δοκῇ βασιλεῦ τὴν εἰωθυῖαν ἀδρότητα καινότερα νικῆσαι τρυφῇ, ἀγῶνα καὶ ἀμιλλαν ἅπαν αὐτοῦ τὸ ὑπῆκοον ἔχειν (2), ὅδὺ τι καὶ ἀπθες ὄψον ἐθέλοντας (3) τῷ δεσπότῃ κομίσαι. Ἐκεῖνοις μὲν οὖν (οὐ γὰρ ἐστιμῶσι βαρβάρους ἄνδρας αἱ Μοῦσαι· οὐ γὰρ ἐστιν ὧσι βαρβάροις ἀρέσαι Μούσας) τοιαύτας ἐπιτρέψωμην εὐωχίας ἐπινοεῖν τε αὐτοῖς καὶ ἐργάζεσθαι· ἡμῖν δὲ ὄψον ἔστω μῦθος τοῦ ῥόδου, ὃν οὔτε ὑμῖν, οὔτε ἄλλοις ἐγὼ παρατέθεικα δαιτυμόσιν.