Ancient Greek
218.1
Choricius Rhet. et Soph., Opera 218.1
Unproofread scanNot analysed yet
ΔΙΑΛΕΞΙΣ Δ. (⁶) M. ,ἄλλ᾽ ἃττα. (⁸) M. ,ὀρμὴ. (¹²) M. ,περιθεῖναι. «ἀντὶ τοῦ κεστοῦ κόσμον ἐξεῖν κοσμεῖσθαι ». Καὶ ἅμα ταῦτα εἰποῦσα κατένευσαν αἱ θεαί. Ἡ δὲ παρὰ τὸν Σκάμανδρον ἄνθη δρεψομένη ἐφοῖτα (¹). Καὶ γὰρ τις αὐτῷ λειμῶν παρὰ τὰς ὄχθας ἐπεφύκει τοῦ ποταμοῦ · χαρίεντα δ᾽ ἅμα καὶ διαφανῆ τὰ ὑδάτια (²) καὶ ἐπιτήδεια λουτρὸν εἶναι (³). Λελουμένη γοῦν (⁴) τρέπεται πρὸς ὅπερ ἤρκετο, καὶ πῶς ὀσμὴ τις αὐτῇ προσέβαλε (⁵), μᾶλα ἡδεῖα. Κρίνα τε οὖν καὶ ἱα καὶ ἄλλ᾽ ἃττα (⁶) συλλέξασα, ἐπειδὴ ἕτερα (⁷) μᾶλλον αὐτὴν ὀσμὴ (⁸) τις ἐψυχᾶγε, περιήει, τῆσδ᾽ εὐωδίας (⁹) τὸ αἴτιον ἀνιχνεύουσα. Ὀρᾷ δὴ (¹⁰) τὸ ῥόδον, καὶ παρὰ τὴν ῥίναν προσάγει, καὶ τοῦτο ἐκεῖνο εἶναι μαθοῦσα, τὰ μὲν ἄλλα παρ᾽ οὐδὲν ἔθετο καὶ ἀπέῤῥιψε, ῥόδοις τε πρὸς τὸ ὄρος τὴν Ἰδὴν ἐπανήγεν ἐστεφανωμένη. Ἐκοσμεῖτο δὲ ἅμα, ὡς ἔοικεν, ἡ θεὸς τε τῷ ῥόδῳ, καὶ τῇ Ἀφροδίτῃ τὸ ἄνθος (¹¹), ὥστε τὰς ἄμφι τὴν Ἥραν καὶ Ἀθηνᾶν εἶλε τοσοῦτον, ὅσον οὐδ᾽ ἀναμεῖναι τοῦ βουκόλου τὴν ψῆφον, ἀλλὰ προσδραμοῦσα φιλήσαι τὸ ἄνθος, ἀφελομένης τὸν στέφανον, καὶ αὐθὶς αὐτὸν τῇ θεῷ περιθεῖναι (¹²).