Ancient Greek
219.3
Choricius Rhet. et Soph., Opera 219.3
Unproofread scanNot analysed yet
Τοῦτο οὖν, ὦ φίλτατε, ἐννόησας τὸ ἔπος (οὐ βραχὺ γὰρ ὀνειδὸς μέμφις Ὀμηρικῆ ),ἐς τόδε αὐθίς ὑμᾶς ἀγείρω τὸ τρόπον 3. Οὐ γὰρ εὖ μοι δοκεῖ ὁ Πλάτωνος Εὐθύφρων πεποιηκέναι, ἀτελῆ περιιδὼν τὸν λόγον εἶναι, ὃν ὑπὲρ τοῦ ὅ τι ποτὲ εἴη τὸ ὅσιον διεξῆκε τῷ Σωφρονίσκου. Καὶ «οἶα »ἔφη 4, «ποιεῖς, ὦ ἑταῖρε »; γέλοιον γὰρ ἀτελὲς εἶναι δημιουργῶν φιλοτέχνημα. Ἵνα οὖν μὴ τὴν Νέστορος καὶ Σωκράτους ὑπομείνω κατηγορίαν, ὅσον τῇ προτεραίᾳ τοῦ χρέους ὑμῖν ὑπολείπεται 5, τοῦτο ἐκτίσω. Εἰ μὲν γὰρ ὁ στρατιώτης ἡμῖν ὑπόθεσιν ἤν, τέλος ἀμοιρον εἶναι τὸν λόγον 6· πολεμικὴ γὰρ φροντὶς ἐν λόγοις πονεῖν οὐ φιλεῖ· ἐπεὶ δὲ ῥήτορα ὑμῖν ὑποκρίνομαι, καὶ τοῦτον ὧδε ἔχοντα γλῶττης ὥστε αὐτὴ καὶ πόλεμον ἀπωθεῖν 7 ἐπίοντα, πολλὸν ἂν εἰκῶτος ἀφρήσα γέλωτα, ἡμιτελῆ τὸν λόγον ὑφάνας.