Ancient Greek
222.1
Choricius Rhet. et Soph., Opera 222.1
Unproofread scanNot analysed yet
μιζέτω τὸν πατέρα τῆς κόρης. Οὐ γὰρ ἀδυνασίτως ἐπὶ τοσοῦτον ἥκεν ἐγχειρήμα · ἐπιτρέψας δὲ τὴν κρίσιν τῷ λογισμῷ καὶ πολλάκις αὐτὴν ἀνειλὼν, εἰς ἔννοιαν τε λαβὼν ὡς εὐπρεπὴς, ὡς σώφρων ἡ παῖς, ὡς μέγιστον τόλμημα φόνος, ὡς ἀφόρητον πᾶθος γονεύσι παιδὸς τελευτή, εἶτα πάντα τῇ θρεψαμένῃ παραβάλλων, εὑρεν ἑλάττω τῆς πόλεως πλεονεκτήματα. Ἵνα δὲ πᾶσαν ὠμότητος ὑποψίαν ἐκφύγῃ, δέδωκα (1) παίδας ἑτέρους αὐτῷ τὴν ἐπὶ τῇ τεθνέωσῃ πραύνοντας λύπην. Εἰ δὲ τις τοῦτο μὲν τῷ πλάσματι δίδωσιν, οὐ μὴν ἐκεῖνό γε πείθεται, νεανίσκον ἐρωμένης ἀποτυχόντα μηδαμῶς ἐτι ζῆν ὑπομείναι, Φαίδρας ἐοικεν ἀνίχνος εἶναι. Ἐκείνη, καίτοι δειλίαν ἐμφυτον τὸ θῆλυ νοσοῦν, πρὸς ἑαυτὴν ἐθρασύνετο, καὶ τὴν οἰκείαν ἀπὸ στόμα διὰ τὸν ἄνδρα σφαγὴν, παριδοῦσα καὶ τὴν βασιλείαν. Γοῦ μὲν οὖν ἀποκτεῖναι τὴν κόρην ἀπολογίαν ἔχει τὴν πόλιν · τοῦ δὲ νέου τὸν φόνον εἰς αὐτὸν ἀναφέρει τὸν δεδραχότα, ὡς (2) οὐ τὸ φίλτρον ἀπλῶς ἀνειλεν, ὁ τρόπος δὲ μᾶλλον αὐτοῦ, γέμων ἀκρασίας ἐσχάτης. Εἰ γὰρ ἕκαστος ἐρωμένης διαμαρτὼν αὐτόχειρ ἐγένετο, χἂν ὁ τύραννος ἑαυτὸν ἀνηρήκει, μηδενὸς ἧττον πρὸς τὴν ὥραν τῆς παιδὸς ἐκπλάγεις. Οὕτως αὐτὸν ἀνειθύνον χρυνομένον ἑκατέρου δεῖξαι πειράσεται φόνου. Ἀπίθανον δὲ μηδὲ τοῦτο τις ὑπολάβοι, εἰ τινες εἰς τοῦτο θράσους ἀπήχθησαν ὡς μὴ κόρην εἰς γάμον ἐκδιδόναι γειτνιῶντι τυράννῳ, πόλεμον, εἰ πρεσδευόμενος διαμάρτοι, κηρύξαντι. Καὶ γὰρ οἱ Τρῶες οὐ παρθένον Τρωάδα, γυναῖκα δὲ Λάκαιναν, Σπαρτιάτῃ συνοικοῦσαν ἀνδρὶ, παιδὸν ἐκεῖνω τεκοῦσαν, ὕβριν ἠγοῦντο πρεσδευομένοις ἀποδοῦναι τοῖς Ἀχαιοῖς, οὐ πόλεμον οὕτω φιλοῦς ἀπειλοῦσιν, οἷον ὁ τῆς μελέτης ἐποίησε τύραννος, ἀλλ’ ἐν τοῖς ὅπλοις ἀπὸ τῶν τειχῶν ὁρωμένοις. Οὕτως ἡ πρὸς τοὺς παῖδας φιλονειχία μεγάλην παρασκευάζει τόλμαν. Ἐνταῦθα δὲ τις καὶ μειζῶν ἐστὶν ἀφορμὴ τῆς πρὸς ἀλλήλους ἀπιστίας, εἰ μὴ τῷ μάτην εἰρηχέναι δοκεῖ Δημοσθένες (3), ὡς ἀπιστον ὅλως ταῖς πολιτείαις ἡ τυραννίς, ἄλλως τε χἂν ὁμορον χώραν ἔχωσιν.