Ancient Greek
224.2
Choricius Rhet. et Soph., Opera 224.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν ὁ νέος ἐτυχὲ μόνος ἐρασθεὶς μου τῆς θυγατρός, ἀπόκνησα ἂν αὐτῆς καὶ τὸ κάλλος ὑμῖν ὑπογράψαι, καὶ ὅπως ἐτράφη διεξελθεῖν, μὴ πως ἐντεύθεν ἐκεῖνω τινὰ νεῖμη (1) συγγνώμην τοῦ δικαίως αὐτὸν ἀνελεῖν, ἐρωμένης ἀποτυχόντα τοιαύτης. Ἐπεὶ δὲ καὶ τὸν ἄρχοντα τῶν ἐχθρῶν καὶ τῶν πολιτῶν ἵστε τινὰς ἐρωτὶ μὲν ἐκπλαγέοντας τὸν λογισμὸν καὶ μνηστεύσαι καὶ τὴν κόρην ἐσπουδαχότας, οὐδένα δὲ ὅμως αὐτῶν ἀπενεγκόντα (2) τοῦ βίου, θαρρῶν διηγήσομαι τὰ τῆς παρθένου πλεονεκτήματα. Οὐχ ἔσομαι δὲ τις ἐπαχθὴς, ὅμαι, καὶ φορτιχὸς, τὴν παῖδα κοσμῶν. Οὐ γὰρ μοι σκοπὸς τὴν ἰδίαν καλλωπίσαι γονήν, οὐδὲ τοῖς ἐπαίνοις θηρεύσαι μνηστήρα τῇ τελευτῇ, παραστήσαι (3) δὲ μᾶλλον ὅτι θυγάτριον εὐπρεπὲς καὶ τεθραμμένον κοσμίως ἐν ἐλάττονι μοίρᾳ τῆς πατρίδος ἐδῆμην.