Ancient Greek
224.6
Choricius Rhet. et Soph., Opera 224.6
Unproofread scanNot analysed yet
(5) Ed. ,ἀγγέλουσα. Reiskii B, ἀγγέλλουσα. P. ,ἀγγέλλουσα. Τοιγαροῦν οὐς ἐνθένδε πάντες ἀπήλαυνον, ὡς πολλῇ προσκειμένους ἀκολασίᾳ, τούτους ἀγαπᾷ καὶ περὶ αὐτὸν ἔχει φιλοπρέπεια καὶ κόλακας (¹), καὶ τοιούτους ἀνθρώπους, οὓς πανταχόθεν αὐτῷ προξενεῖν ἡδονάς. Οὗτοι προπίνουσιν αὐτῷ τὴν παῖδα (²), τὰ μὲν αὐτῷ χαριζόμενοι, τὰ δὲ τῇ πόλει μνησικακοῦντες, ὅπως (³) ἡ δοῦσα τὴν κόρην ἄνελευθέρων τι καὶ ταπεινὸν ὑπομείνῃ καὶ δουλείας προοίμιον, ἢ μὴ δοῦσα τὸν τύραννον εἰς ὀργὴν ἐρεθίσῃ. Ὡς ἐν τρυφῇ τοίνυν καὶ φιλοτησίᾳ καὶ ἀτόποις φδαῖς (ὅτι ἔχειν τοιούτον καιρὸν φυλάξαντες τῆς παιδὸς ἐμνημόνευσαν), εἰκότως ὁ μάταιος διεδερμαίνετο. Ἔπειτα ὑστερὸν αὐτὸς αὐτῷ παρθένον ἀναπλάττων τοιαύτην, ὅταν ἀρχοῖεν, ὡρέγετο τὴν παῖδα θεάσασθαι. Φυλάξας τοίνυν ἡμέραν, ὑποθεμένων αὐτῶν τῶν μνηυσάντων τὴν κόρην, ἐν ᾗ παρ' ἡμῖν αἱ γάμων ὥραιαι μικρὸν ἀπὸ τοῦ ἄστεος ἑορτὴν εἰώθασιν ἄγειν (ἴστε δὴ ποὺ τὸν χῶρον· πλάτανοί τε εἰσι καὶ κυπάρισσοι (⁴), καὶ πηγὴ καλὴ καὶ διαφανής, ἐπιτηδεῖα τε κόραις παίζειν παρ' αὐτῇ)· φυλάξας οὖν τὴν κυρίαν, ἧκεν οὐ μετὰ κόμπου βασιλικοῦ, ὅμα μὲν μὴ πόρρωθεν τῷ κτύπῳ τοῦ πλήθους αὐταῖς δέος ἐμβάλοι, ὅμα δὲ τυραννίδος ἀνάξιον εἶναι νομίσας παρθένου μιᾶς ἀρπάγην· ἴσως δὲ τοῦτο καὶ περιττὸν ἡγούμενος· ὅμως γὰρ ἐνόμιζεν (⁵) αὐτὴν ἐκδώσεσιν εἰς γάμον πρεσβευομένῳ. Ταῦτα πεπεισὼς ἑαυτόν, οὔτε βίας, οὔτε (⁶) ἐνδόρας ψετο δεῖσθαι τὴν χρείαν. Εἶπετο τοίνυν αὐτῷ μετρία παρασκευὴ, καὶ τις τῶν ἡγησαμένων τὸ φίλτρον ὑποδείξων τὴν παῖδα. Θεασάμενος οὖν ἐν καλαῖς διαλάμπουσαι κόραις, αἱ μὲν ἐπανήλθον