Ancient Greek
230.7
Choricius Rhet. et Soph., Opera 230.7
Unproofread scanNot analysed yet
(⁴) Ed. ,τοσαύτας. P, τοιαύτας. Εγὼ μὲν οὖν ὤμην πέρας εἶναι μοι τῶν δυσχερῶν, παρήγων τε ἐμαυτῷ βῆσον φέρειν τὸ πάθος ἐτέρων ὄντων μοι παίδων, ἐν εὐκλείᾳ τε γεγόμενος, τῆς θυγατρὸς ὑπὲρ σωφροσύνης, ὑπὲρ δλῆς πατρίδος ἀνηρημένης, καὶ τῷ μέλλοντι χρόνῳ σμενὸν ἑαυτὴν καταλιπούσης διήγημα (*). Τοιούτων δὲ παραμιθουμένων λογισμῶν νῦν ἐν μέσῳ, καὶ δευτέρα τις ἤλθε με κακοπραγία. Τῇ γὰρ ὕστεραῖα πολλοὶ πολλαχοῦ φοιτῶντες ἐθρύλλουν, «ὁ δεῖνα τοῦ δεῖνος κατηγορεῖ», ἐμὲ καὶ τοῦτον ἐπονομάζοντες. Ἀπορούντος δὲ μου καὶ λίαν ἐκπεπληγμένου, καὶ ζητοῦντος τὴν πρόφασιν, ἀπήγγειλέ τις τοῦ κατηγοροῦ τὸν παῖδα, δεινῶς ἐρώντα τῆς κόρης, ἑαυτὸν ἐπισφάξαι τῷ τάφῳ. Τοῦτό ἐστι τὸ ἔγκλημα, αὕτη τῆς δίκης ἡ πρόφασις· ἐπὶ τούτοις ὑμᾶς οὕτως ἀθροίσας, ἐτραγῶδε τοῦ νέου τὸν φόνον, ἐτραγῶδε μοι τῆς θυγατρὸς τὴν σφαγὴν, ἄμφω καλοὺς ὀνόμαζεν ἡλικιώτας, ἥβης ἔχοντας ἄνθος, ἀλλήλων ἐρώντας· καὶ με φησὶν ἀποκοσμήσαι τὴν πόλιν, ψιλώσαντα ξυνωρίδος τοιαύτης. Εἶτα δύο μὲν οἰκητόρων ἀποβολὴ δίκνεται μέχρι κοινῆς ἀκοσμίας, ἄλωσις δὲ καὶ τὰ τῆς ἄλωσεως πάθη, φόνος τῶν ἐν ἡλικίᾳ πολλῶν, καὶ γῆρας ὅθ᾽ τὴν ἐλευθερίαν ἀπομανθάνον, καὶ γυναῖκες εἰς ὕβριν μεριζόμεναι καὶ δουλείαν (*),πρὸς ἀσέλειαν μὲν ὅσαι εἴδος καλαί, πρὸς δὲ διακονίαν αἱ μὴ τοιαῦται· τὰ δὲ τοσαῦτα τὸ πλῆθος, τὰ δὲ τοιαῦτα τὸ μέγεθος, πῶς εἶναι σοι φαίνεται κόσμος; Τί γὰρ οὐκ ἔδρασε τύραννος ἀσέλγης,