Ancient Greek
234.2
Choricius Rhet. et Soph., Opera 234.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν οὐ τῆς κοινῆς χάριν παρθενίας ἄμα καὶ σωτηρίας τὴν κόρην ἀνείλον, ἵνα δὲ σὺ τὸν υἱὸν ἀποβάλῃς, πονηρόν, ὦ ἄνδρες, πονηρὸν τὸ ἐγχειρημα καὶ δεῖται ζημίας · εἰ δὲ τοῦναντίον ἐγὼ τῆς ἡμετέρας περιειδὸν γονῆς, ἵνα σὺ τῆς ἰδίας μένης ἀσφαλῶς ἀπολαύων, καὶ τῶν ἄλλων ἕκαστος πολιτῶν ὅσοι πατέρες εἰσί, καὶ τοιούτῳ μηδεὶς δουλεύσῃ δεσπότῃ, τὸ βαρὺ τοῦτο, τῆς θυγατρὸς ἢ σφαγή, παρὰ σωφρονούσι χριταῖς εἰς ἐπαίνον τελεῖ μοι, καὶ δόξαν τούτῳ παρασκευάσει τὸ τόλμημα, καὶ τοὺς ὑπ’ ἐκείνῳ τεταγμένους τοιαῦτα δικαίως ἀλλήλοις ἐπιτιμᾶν · «Μέχρι τίνος ἡμεῖς δου- «λεῖαν χαρτεροῦμεν τοσαύτην ; μέχρι τίνος ἡμεῖς διαχονοῦμεν δεσπότῃ ; «οὐ μιμησόμεθα τῶν προσεικούντων (2) τὰς ἀρετάς ; οὐ φρονήσομεν τι «λοιπὸν ἐλευθέριον, τοῖς ἐκ γειτόνων παραδείγμασι στρατηγούμενοι ; «οὐ ζηλώσομεν ἄνδρας ὁμόρους ὑπὲρ ἐλευθερίας ἐπισταμένους πάντα «παθεῖν »; Τοιούτοις ,οἶμαι ,πρὸς ἐπανάστασιν ἑαυτοὺς διεγείρουσι λόγοις. Φύσει γὰρ ἤδὺ καὶ ζηλωτὸν καὶ περιμάχητον ἀνθρώποις αὐτονομία ,καὶ πολὺ μᾶλλον αὐτοῖς ἐκείνοις ὅσοι δεσπότην μὲν ἀφόρητον (3) καὶ βαρύν ,ἐλευθέρους δὲ γείτονας ἔχουσιν. Ἦς γὰρ τις ἀμείρος ἐστιν εὐδαιμονίας ,ἕκαστον μὲν ταύτην λαβόντα βασκαίνει ,μάλιστα δὲ τὸν προσεικόντα ζηλοτυπεῖ (4). Ἰσως οὖν ἴσως καρπωσέσθε δι’ ἐμοῦ καθαρὰν ζῆουσίαν, οὐδὲ γείτονα τύραννον ἔχοντες.