Ancient Greek
237.1
Choricius Rhet. et Soph., Opera 237.1
Unproofread scanNot analysed yet
Φέρε, εἰ σοι κακῶς ἔλεγον τὸν υἱὸν καὶ δεινὰς αὐτοῦ κατὰ τῆς δόξας ἄρας ἐποιούμην, ὡς ἐπιβουλεύσαντός μοι πρὸς εὐχλείαν μείζονα γενέσθαι γὰρ αἴτιον τοῦ μὴ καὶ σὲ μετὰ τῶν ἄλλων ἐμοὶ χάριν εἰδέναι, καὶ τὴν ἐμὴν διὰ πάντων εὐεργεσίαν ἄλειν· εἰ ταῦτα λέγοντος ἤκουες, τί ἂν ἐποίησας; ἐχάλαιπνες, οἶμαι, δικαίως, εἰ τελευτήσαντα ψέγω, κειμένω, φασίν, ἐπεμβαίνων (¹), δέον οἰκτείρειν, καὶ δοκιμάζειν τὴν γνώμην, ἥπερ αὐτὸν (²) διεχρήσατο· οὐ γὰρ ἐμοὶ πρὸς εὐδοξίαν ἐπηρεάζων εἰς τοῦτο προῆλθον. Οὕτω τοίνυν κἀμὲ δίκαιος εἴ σκοπεῖν ἀπὸ τῆς γνώμης ἢ τὴν χόρην ἀνεῖλον· οὐ γὰρ ἐκείνω σωτηρίας δήπου φθονῶν ἐπὶ ταύτην ἤκω τὴν πρᾶξιν.