Ancient Greek
24.3
Choricius Rhet. et Soph., Opera 24.3
Unproofread scanNot analysed yet
Ἦκει δὴ (3) πάλιν ὁ Περικλῆς ἑτέραν ἡμῖν παράθεσιν προξενησών. Οὗτος ἐν ὅλῳ δήμῳ ποτὲ φορτικὸς ὤφθη καὶ σοβαρός, πᾶσαν ἑαυτῷ χαριζόμενος ἀρετὴν · «ῥήτωρ εἰμί, λογίζομαι τὰ χρηστά, φράζω τὸ «δέον εἰς κάλλος (4), ἀγαπῶ τὴν πατρίδα, δωροδοκίαν μισῶ (5) ». Ἀμβλύνεις, ὦ δέλτιστε, τὰ ξύμπαντα ταῦτα φιλοτιμίας ὑπερβολῇ (6). Τοιαύτην ἐκεῖνος ἀφήκε φωνὴν οὐδαμοῦ · πᾶν μὲν οὖν τοὔναντίον (7) εἰ τινος αὐτὸν ἐπαινούντος ἀκήκοεν, ἀλλοτε ἄλλην ἠλλαττε χρόαν, κύπτων (8) εἰς γῆν καὶ στάζων ἱδρώτα, καὶ δεινῇ κρατούμενος ἀφωνία. Ἐνταῦθα μόνον ἄπορος ἦν, τῆς αἰδοῦς αὐτῷ τὴν γλῶτταν ἀγχούσης· τοσοῦτον ἐπιεικείας αὐτῷ καὶ σεμνότητος περιτὴν (9). Οὐκοῦν ὤφθη τις οὕτως ἀναιδεῖα προσκαείμενος, ὃς οὐ προσβλέψας αὐτὸν ἠρυθρία, καὶ