Ancient Greek
243.1
Choricius Rhet. et Soph., Opera 243.1
Unproofread scanNot analysed yet
πυνθανομένου συμβούλων δ τι (1) δέει παθεῖν, πάντως ἂν ἡ τούτων τις ὑπετίθετο(2) γνώμην, ἡ πρὸς ἑαυτὸν αὐτὸς διελέγετο· «Ἐπειδή τῆς «χόρης, ὡς ξοικεν, οὐχ ἔνεστί σοι τυχεῖν, τί μὴ τὴν πόλιν κερδανεῖς; «ἄνεκτότερον ἔραστῇ μᾶλλον ἀποβαλεῖν ἐρωμένην ἢ μαθεῖν ἑτέρῳ «πρὸς γάμον αὐτὴν ἐκδεδόσθαι· τὴν γὰρ οὕτω καλὴν οὐχ ἔστι μεῖναι «παρθένον. Εἰ δέ τι παράδοξον γένοιτο, καὶ πολλὴν οὕτως ἡλικίαν δι- «ἄλοι, αὕτη σοι τοῦ μέλλοντος ἡ φροντίς πικροτάτη γενήσεται βάσα- «νος ». Ταύτ’ ἂν αὐτῷ βουλεύεσθαι τε καὶ πράττειν δ μεταξὺ χρόνος ἐδίδου, ὥστε μετὰ τῆς χόρης ἐντεῦθεν ἡ πόλις ἂν διεφθάρη πρὸς τὴν θέαν(3). Εἰ δὲ κάκεινος ἡμῖν τοιούτους ἀντέπεμψε λόγους, «Ἄν ἀπο- «σφάξῃτέ μοι (4) τὴν χόρην, καταβάλλω τὴν πόλιν »,τί ἂν τῷ δήμῳ παρήγνεσεν δ τὰς ποικίλας ἡμῖν γνώμας εὑρίσκων; ἀνελεῖν, ὡς φησιν, ἐν καιρῷ τὴν παρθένον; οὐκοῦν ἐχειρούτο τὴν πόλιν δ τύραννος, ὑβρίσθαι νομίσας(5). Νῦν μὲν γὰρ οὐ πρὸς ὕβριν ἐκείνου πεποιήκεναι τὸν φόνον ἐδόξαμεν, ἀλλ’ ἐλπίζαντες, ὅπερ ἀπέβη, πέρας ἔχειν τὸν πόλεμον, λυομένης τῆς ἐφ’ ἡ προῆλθεν αἰτίας, καὶ τῆς ἐπιθυμίας ἐκείνῳ συντελευτώσης τῇ ποθουμένῃ. Εἰ δέ, προειρηχότος καθαριῆσειν τὴν πόλιν εἰ τὴν χόρην ἀνέλοιμεν, εἶτα τοῦτο διεπράξαμεθα, εἰκῶτως ἂν, περιφρονηθείς, ἡγανάκτηι μέχρι τοῦ τὸ ἄστυ κατενεγχεῖν. Οἴκοθεν μὲν γὰρ ἐκεῖνον ἐξήγαγεν οὐχ ἡ τῶν πρεσβέων ἀτιμία τοσοῦτον ὅσον ἡ τοῦ λαθεῖν τὴν χόρην ἐτι περιούσαν ἐλπίς· ἐνταῦθα δ’ ἂν ὑπ’ αὐτῆς ἐθυμούτο τῆς ὕβρεως, γεγονότος φόνου παρὰ τὰς αὐτοῦ πρὸς τὸν δῆμον διὰ τοῦ κήρυκος ἐντολὰς. Εἰ δὲ φείσασθαι τῆς παιδὸς ἡμῖν συνεβουλεύεσθε, προθυμότερον ἂν οὕτως ἠπείγετο τὴν πόλιν ἐλεῖν, ἵνα τύχῃ τῆς χόρης. Οὐκοῦν ἡ τούτων ἀμφοτέρων, τῆς τε πόλεως ἄμα καὶ τῆς ἐρωμένης, ἀπέλαιεν, ἡ, σφαττομένης μοι τότε τῆς θυγατρὸς, ἄνῳητος ἂν ὑπῆρχεν ἡμῖν ἐαλωκόσιν δ φόνος.